- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐπελθόντα δὲ ἐνόμιζον ἐκ τοῦ δεσμωτηρίου νῦν προαχθῆναι ἀρνούμενόν τε καὶ τὰ γεγονότα διηγούμενον ψεύδεσθαι διδαχθέντα ἔλεγον καὶ ἐλοιδόρουν ὡς τὰ κοινὰ προδιδόντα:?
(아피아노스, The Civil Wars, book 5, chapter 2 4:8)
εἰ τοίνυν τις ὀφείλειν τιν ᾐτιᾶτο χρήματα, ὁ δ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθ αἵ τε συνθῆκαι καθ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὁρ´οι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθ ἂν ἀναιδῆ δηλονότι, εἰ δ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα:
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Α 85:3)
ἆρά μοι κράτιστον, ἐθελοκακήσαντα καὶ τὰ νῶτα ἐπιστρέψαντα καὶ ἀδικεῖν οὐκ ἀρνούμενον ἐπὶ τὴν κοινὴν ἐκείνην ἀπολογίαν καταφυγεῖν, - λέγω δὲ τὴν Τύχην καὶ Μοῖραν καὶ Εἱμαρμένην - καὶ παραιτεῖσθαι συγγνώμην ἔχειν μοι τοὺς ἐπιτιμῶντας εἰδότας ὡς οὐδενὸς ἡμεῖς κύριοι, ἀλλ᾿ ὑπό τινος κρείττονος, μᾶλλον δὲ μιᾶς τῶν προειρημένων ἀγόμεθα οὐχ ἑκόντες, ἀλλ᾿ ἀναίτιοι παντάπασιν ἄντες ὧν λέγομεν ἢ ποιοῦμεν·
(루키아노스, Apologia 19:3)
Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον·
(루키아노스, ψευδοσοφιστὴς ἢ σολοικιστής. 1:7)
κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε.?
(플루타르코스, De garrulitate, section 7 5:3)

SEARCH

MENU NAVIGATION