- 문장 내 검색

헬라어 문장 내 검색 Language

Μηνοδώρῳ γὰρ ἁρμόζειν ἐπιορκεῖν, οὐ Πομπηίῳ.?
(아피아노스, The Civil Wars, book 5, chapter 8 7:8)
οὐ γὰρ ἁρμόζειν τὰ ὑψηλότερα τοῖς παρακαλοῦσιν.
(아피아노스, The Foreign Wars, chapter 6 3:8)
οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατ ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθ αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα, οὐ μὴν ἔρριπταί γε, ἀλλ ἔστι μὲν ἕκαστα ἐν ἐτιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλ ἀπηρτισμέναι:
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., περὶ ἐπιχειρημάτων. 3:1)
τὰ δὲ τῆς τάξεως οὕτως ἔχειν δεῖ, ὅπως ἂν ἑκάστῳ ἁρμόζειν δοκῇ:
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 13 29:1)
τοῖς μὲν δὴ πρὸς χρῆσιν κἂν πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν:
(아리스토텔레스, 니코마코스 윤리학, Book 9 125:2)
αὐτὸς δ ἀεὶ τὴν εὔνοιαν βεβαιοτάτην πρὸς τοὺς βασιλεῖς τετηρηκὼς ἔκρινεν Ἀντιγόνῳ μὲν μὴ προσέχειν ἐξιδιαζομένῳ τὴν βασιλείαν, τοῦ δὲ Ἀλεξάνδρου παιδὸς προσδεομένου βοηθείας διά τε τὴν ὀρφανίαν καὶ διὰ τὴν τῶν ἡγεμόνων πλεονεξίαν διέλαβεν ἁρμόζειν ἑαυτῷ πάντα κίνδυνον ἀναδέχεσθαι τῆς τῶν βασιλέων σωτηρίας ἕνεκα.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 58 4:2)
τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατ ἐπιθυμίαν, ἀλλὰ κατ ἀνάγκην ἀφῖχθαι.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 40 4:1)
οὐ γὰρ κατὰ καιρὸν τοῦτον ὑπ αὐτῶν ἐνεχθῆναι, βιασαμένης δὲ τῆς φύσεως ἀώρως μήτε τῷ θεῷ ἁρμόζειν μήτ αὐτῷ τῷ δεσπότῃ χρῆσθαι.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 292:2)
Εὑρ´οι δ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς‧ εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο, ὡς ποδιαίας, ὕψος δὲ ὅκως ἂν δοκέοι ξυμφέρειν, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχειν ἁρμόζον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον, ᾗ ἐκπέπτωκεν‧ Ῥηΐδιον δὲ ἁρμόζειν‧ τὸν γὰρ κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιέειν τοῦ μετρίου, καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 73.1)
Τὴν μέντοι ξὺν τῷ ξύλῳ τῷ ὑποτεινομένῳ μόχλευσιν μηχανήσαιτ ἄν τις, ὥστε ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἔξωθεν προσαρτέων.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 74.3)
οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον.
(루키아노스, Imagines, (no name) 5:4)
τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες, ἐδόκει ταῦθ ἡμῖν.
(플루타르코스, De genio Socratis, section 25 5:1)
"ἁρμόζειν δ οὐδέτερον οἶμαι συμποσίῳ γένος, τὰς μὲν ὑποθέσεις διὰ τὰ μήκη τῶν δραμάτων καὶ τὸ δυσχορήγητον τὰ δὲ παίγνια, πολλῆς γέμοντα βωμολοχίας καὶ σπερμολογίας, οὐδὲ τοῖς τὰ ὑποδήματα κομίζουσι παιδαρίοις, ἄν γε δὴ δεσποτῶν σωφρονούντων, θεάσασθαι προσήκει.
(플루타르코스, Quaestiones Convivales, book 7, Τίσι μάλιστα χρηστέον ἀκροάμασι παρὰ δεῖπνον. 13:2)
Ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, αὗται:
(폴리비오스, Histories, book 10, chapter 23 1:1)
ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας:?
(폴리비오스, Histories, book 20, chapter 9 8:1)

SEARCH

MENU NAVIGATION