- 문장 내 검색

헬라어 문장 내 검색 Language

πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος.?
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 6 3:3)
καὶ τοίνυν τῆς ἀθλήσεως εἵλετο οὐ τὸ ῥᾷστον, ἀλλὰ τὸ χαλεπώτατον:
(디오, 크리소토모스, 연설 (2), ΜΕΛΑΓΚΟΜΑΣ Α ΤΗΙ ΤΑΞΕΙ Β. 15:3)
ὅσα δὲ αὖ περὶ ἀθλήσεως, καὶ περὶ τοῦ ἀθλητοῦ εἴρηκα ἀποδειχθέντος γε ὅτι ἄριστός ἐστι τῶν ἐν τῷ ἔργῳ.
(디오, 크리소토모스, 연설 (2), ΜΕΛΑΓΚΟΜΑΣ Α ΤΗΙ ΤΑΞΕΙ Β. 27:2)
τοιοῦτος μέντοι ὢν ἀθλίως ἐτελεύτησε, τῶν μὲν πόνων τῆς ἀθλήσεως ἐπὶ πλεῖστον ἐλθών, τῶν δὲ ἐν τῷ βίῳ τερπνῶν οὐδενὸς πειραθείς.
(디오, 크리소토모스, 연설 (2), ΜΕΛΑΓΚΟΜΑΣ Β ΤΗΙ ΤΑΞΕΙ Α. 15:2)
ὁ μὲν γὰρ Μακεδὼν διά τε τὴν φύσιν τοῦ σώματος καὶ τὴν λαμπρότητα τῶν ὅπλων μεγάλην ἐπιφέρων κατάπληξιν Ἄρει παρεμφερὴς ὑπελαμβάνετο, ὁ δὲ Διώξιππος ὑπερέχων τε τῇ ῥώμῃ καὶ διὰ τὴν ἐκ τῆς ἀθλήσεως μελέτην, ἔτι δὲ διὰ τὴν περὶ τὸ ῥόπαλον ἰδιότητα τὴν πρόσοψιν Ἡρακλεωτικὴν εἶχεν.
(디오도로스 시켈로스, Library, book xvii, chapter 100 6:2)
οὗτος δὲ πάντα τὸν τῶν ἀνοχῶν χρόνον διετέλεσε διατάσσων καὶ γυμνάζων τὴν δύναμιν, διὰ δὲ τῆς τῶν ἔργων ἀθλήσεως καὶ τῆς τῶν λόγων παρακλήσεως καὶ γυμνασίας ἐν τοῖς ὅπλοις εὐπειθῆ καὶ δυνατὴν ἐποίησε τὴν στρατιάν.
(디오도로스 시켈로스, Library, book xv, chapter 16 2:2)
ἐπεὶ δὲ καὶ παλαίειν εὐφυῶς ἐδόκει καὶ παρεκάλουν αὐτὸν ἐπὶ τὴν ἄθλησιν ἔνιοι τῶν φίλων καὶ τῶν ἐπιτρόπων, ἠρώτησεν αὐτούς μή τι πρὸς τὴν στρατιωτικὴν ἄσκησιν ὑπὸ τῆς ἀθλήσεως βλαβήσοιτο.
(플루타르코스, Philopoemen, chapter 3 2:1)
Πολυκράτης δὲ καὶ μᾶλλον διά τε τὴν τῆς οἰκίας ἀρχαιότητα καὶ διὰ τὴν Μνασιάδου τοῦ πατρὸς δόξαν ἐκ τῆς ἀθλήσεως.?
(폴리비오스, Histories, book 5, chapter 64 6:1)

SEARCH

MENU NAVIGATION