- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὁ δὲ σεμνῶς πάνυ παρελθών, τόν τε Καλλίαν ὑπερεπῄνει, τό τε ἀπόρρητον προσεποιήσατο εἰδέναι:?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 97 1:1)
Λιγάριον δὲ ἡ γυνὴ κρύπτουσα μίαν ἐς τὸ ἀπόρρητον ἐπηγάγετο θεράπαιναν, προδοθεῖσα δὲ ὑπ αὐτῆς εἵπετο τῇ κεφαλῇ τοῦ ἀνδρὸς φερομένῃ βοῶσα:
(아피아노스, The Civil Wars, book 4, chapter 4 7:2)
ὧν ἡ βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δ ἔχρῃζε προφάσεων, καὶ τὴν κρίσιν ἀπόρρητον εἶχον.
(아피아노스, The Foreign Wars, chapter 10 3:8)
καὶ τοῦτ ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι, Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους, καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο, μεταστάντος δὲ ἐδέξαντο.
(아피아노스, The Foreign Wars, chapter 11:2)
κἀγὼ φρασα αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ, ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ, τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
(아리스토텔레스, Lyric-Scene, iambics13)
νῦν δὲ θεωρῶν καὶ σκοπῶν εὑρίσκω τὴν μὲν ἡμετέραν εὐήθειαν τὸ κατ ἀρχάς, ὅτ Ὀλυνθίους ἀπήλαυνόν τινες ἐνθένδε βουλομένους ὑμῖν διαλεχθῆναι, τῷ τὴν Ἀμφίπολιν φάσκειν παραδώσειν καὶ τὸ θρυλούμενόν ποτ ἀπόρρητον ἐκεῖνο κατασκευάσαι, τούτῳ προσαγαγόμενον, τὴν δ Ὀλυνθίων φιλίαν μετὰ ταῦτα τῷ Ποτείδαιαν οὖσαν ὑμετέραν ἐξελεῖν καὶ τοὺς μὲν πρότερον συμμάχους ὑμᾶς ἀδικῆσαι, παραδοῦναι δ ἐκείνοις, Θετταλοὺς δὲ νῦν τὰ τελευταῖα τῷ Μαγνησίαν παραδώσειν ὑποσχέσθαι καὶ τὸν Φωκικὸν πόλεμον πολεμήσειν ὑπὲρ αὐτῶν ἀναδέξασθαι.
(데모스테네스, Speeches, Ὀλυνθιακὸς Β 9:2)
οἱ μὲν οὖν ἱερεῖς αὐτῶν ἀπόρρητόν τι δόγμα περὶ τούτων ἔχουσιν, ὃ προειρήκαμεν ἐν τοῖς θεολογουμένοις ὑπ αὐτῶν, οἱ δὲ πολλοὶ τῶν Αἰγυπτίων τρεῖς αἰτίας ταύτας ἀποδιδόασιν, ὧν τὴν μὲν πρώτην μυθώδη παντελῶς καὶ τῆς ἀρχαϊκῆς ἁπλότητος οἰκείαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 86 2:1)
ταῦτα πράττοντα τὸν ἀδελφὸν ὀργὴν φανερὰν οὐκ ἐποιεῖτο, ἵνα μὴ τῷ δήμῳ ἀπέχθοιτο, ἀπόρρητον δὲ καὶ τοῦτο ἐφύλαττε τὸ ἔγκλημα.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 76 7:1)
Ἀμόλιος δὲ εἴτε κατὰ τὴν συνείδησιν τῶν πραχθέντων εἴτε ὑπονοίᾳ τῶν εἰκότων προαχθεὶς ἔρευναν ἐποιεῖτο τῆς χρονίου τῶν ἱερῶν ἀποστάσεως, κατὰ τίνα γίνεται μάλιστ αἰτίαν ἰατρούς τε οἷς μάλιστα ἐπίστευεν εἰσπέμπων καὶ, ἐπειδὴ τὴν νόσον αἱ γυναῖκες ἀπόρρητον ἀνθρώποις ᾐτιῶντο εἶναι, τὴν ἑαυτοῦ γυναῖκα φύλακα τῆς κόρης καταλιπών.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 78 1:1)
τὴν προθυμίαν, Τῆς μὲν πράξεως ἔφη τὸν καιρὸν ἐγὼ ταμιεύσομαι, σὺ δὲ τέως πρὸς τὸν ἀδελφὸν ἀπόρρητον ἅπασι τοῖς ἄλλοις ἀγγελίαν πέμψον, ὅτι σώζῃ τε δηλῶν καὶ διαταχέων αὐτὸν ἥκειν ἀξιῶν.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 82 2:1)
ἡ δὲ ἄρα οὐ τοὺς ἀδελφοὺς ποθοῦσα τὰς ἀσυνήθεις ἐτόλμησεν ἐξελθεῖν ὁδούς, ἀλλ ἔρωτι κρατουμένη τῶν ἀνεψιῶν ἑνός, ᾧ καθωμολόγητο ὑπὸ τοῦ πατρὸς ἐπὶ γάμῳ, καὶ κρύπτουσα τὸ πάθος ἀπόρρητον ἐπειδὴ τῶν ἀπὸ τοῦ στρατοπέδου τινὸς ἤκουσεν ἀπαγγέλλοντος τὰ περὶ τὴν μάχην, οὐκέτι κατέσχεν, ἀλλ ἐκλιποῦσα τὴν οἰκίαν ὥσπερ αἱ μαινάδες ἐφέρετο πρὸς τὰς πύλας οὐδὲν ἐπιστρεφομένη τῆς ἀνακαλούσης τε καὶ μεταδιωκούσης τροφοῦ.
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 21 4:1)
ὁ δὲ Τύλλος ἀπόρρητον τὴν γνώμην ἔτι φυλάσσων ἐπῄνει τε αὐτὸν καὶ μεγάλων ἄξιον ἀπέφαινε δωρεῶν παρεκάλει τε γράψαντα καὶ τὰ τῶν ἄλλων Ἀλβανῶν ὀνόματα τῶν ἐπιφανές τι κατὰ τὴν μάχην διαπραξαμένων φέρειν ὡς αὐτόν, ἵνα κἀκεῖνοι τὴν ἐκ τῶν ἐπινικίων ἀπενέγκωνται μοῖραν.
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 27 3:2)
οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην.
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 35 7:2)
ὡς δ οὐδὲν ἐπέραινον, ἐπὶ μαντείας ἐτράποντο τὴν μὲν διάνοιαν τῆς ἐπιχειρήσεως ἀπόρρητον φυλάττοντες, τοῦτο δὲ μόνον ἀξιοῦντες μαθεῖν, εἰ καιρὸς ἤδη πράττειν, ἃ βούλονται.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 54 4:2)
ὁ δὲ τρόπος τῆς ἐξαπάτης, ὃν ἐγὼ τέως μὲν ἀπόρρητον ἐφύλαττον ἀναμένων τὸν οἰκεῖον αὐτοῦ καιρόν, νῦν δὲ σοῦ σπουδάζοντος ἔργου ἔχεσθαι θᾶττον ἐκφέρειν εἰς μέσον ἀναγκάζομαι, τοιόσδε ἐστίν:?
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 2 6:1)

SEARCH

MENU NAVIGATION