- 문장 내 검색

헬라어 문장 내 검색 Language

τὸν δὲ Κλαύδιον καὶ ἐς τὸ βουλευτήριον κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ κατὰ τῶν Σαβίνων:?
(아피아노스, The Foreign Wars, chapter 2:60)
ἀγαπητῶς δὲ τὸν λόγον ἁπάντων δεξαμένων τότε τὸν Τύλλιον αὐτοῖς συνίστησιν ὡς ὑπὸ τοῦ βασιλέως ἐπίτροπον ἁπάντων τῶν τ ἰδίων καὶ τῶν κοινῶν ἀποδεικνύμενον, ἑώς αὐτὸς ῥαϊ´σῃ.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 5 3:2)
Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 74 1:2)
τε καὶ ἰδίων ἀγώνων, αὐτοῦ λέγοντος ἐκείνου τὰ ἑαυτοῦ μετὰ τῆς ἀξιώσεως, ἧς εἶχε, τὴν αὐτοπάθειαν καὶ τὸ παράστημα τῆς ψυχῆς ἀποδεικνυμένου, κοσμοῦντος ἅπαντα καὶ χρωματίζοντος τῇ πρεπούσῃ ὑποκρίσει, ἧς δεινότατος ἀσκητὴς ἐγένετο, ὡς ἅπαντές τε ὁμολογοῦσι καὶ ἐξ αὐτῶν ἰδεῖν ἔστι τῶν λόγων, ὧν ἄρτι προηνεγκάμην, οὓς οὐκ ἔνι τῷ βουλομένῳ ἐν ἡδονῇ ὡς ἀνάγνωσμα διελθεῖν, ἀλλ αὐτοὶ διδάσκουσι, πῶς αὐτοὺς ὑποκρίνεσθαι δεῖ, νῦν μὲν εἰρωνευόμενον, νῦν δὲ ἀγανακτοῦντα, νῦν δὲ νεμεσῶντα, δεδιττόμενόν τε αὖ καὶ θεραπεύοντα καὶ νουθετοῦντα καὶ παρορμῶντα καὶ πάνθ, ἃ βούλεται ποιεῖν ἡ λέξις, ἀποδεικνύμενον ἐπὶ τῆς προφορᾶς.
(디오니시오스, De Demosthene, chapter 22 2:1)
οἰκὸς δὲ ἐστὶ ἄνδρα καὶ νέον καὶ χρημάτων μεγάλων δεσπότην φαίνεσθαί τι ἀποδεικνύμενον, ἵνα καὶ Πέρσαι ἐκμάθωσι ὅτι ὑπ ἀνδρὸς ἄρχονται.
(헤로도토스, The Histories, book 3, chapter 134 3:1)
ὅκως γάρ τινα ἴδοι Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ, κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται Αἰγάλεως, ἀνεπυνθάνετο τὸν ποιήσαντα, καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν.
(헤로도토스, The Histories, book 8, chapter 90 5:1)
πάντων δὲ ἄριστα διάκειται ὁ ἄνθρωπος, ὅταν πᾶνπέσσηται καὶ ἐν ἡσυχίῃ ᾖ, μηδεμίαν δύναμιν ἰδίην ἀποδεικνύμενον, περὶ οὗ ἡγεῦμαι ἐπιδεδεῖ χθαι.
(히포크라테스, Hippocrates Collected Works I, ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ, xix.21)
τὸ δ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλ ἔφυγε πρῶτον, οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον.
(플루타르코스, Brutus, chapter 49 3:3)
καίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα παλιμμεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλ εὐλαβείας γε μεγάλης καὶ δέους τὸ ἀμφίβολον.?
(플루타르코스, De esu carnium II, section 51)

SEARCH

MENU NAVIGATION