- 문장 내 검색

헬라어 문장 내 검색 Language

περὶ δὲ τῶν πράξεων, ἃς μετὰ τὸν οἰκισμὸν εὐθέως ἀπεδείξαντο, καὶ περὶ τῶν ἐπιτηδευμάτων, ἐξ ὧν εἰς τοσαύτην ἡγεμονίαν προῆλθον οἱ μετ αὐτοὺς, ἀπὸ τῆς μετὰ ταύτην ἀρξάμενος ἀναγραφῆς ἀφηγήσομαι, παραλιπὼν οὐδὲν ὅση μοι δύναμις τῶν ἀξίων ἱστορίας, ἵνα τοῖς γε μαθοῦσι τὴν ἀλήθειαν ἃ προσήκει περὶ τῆς πόλεως τῆσδε παραστῇ φρονεῖν, εἰ μὴ παντάπασιν ἀγρίως καὶ δυσμενῶς διάκεινται πρὸς αὐτήν, καὶ μήτε ἄχθεσθαι τῇ ὑποτάξει κατὰ τὸ εἰκὸς γενομένῃ φύσεως γὰρ δὴ νόμος ἅπασι κοινός, ὃν οὐδεὶς καταλύσει χρόνος, ἄρχειν ἀεὶ τῶν ἡττόνων τοὺς κρείττονας μήτε κατηγορεῖν τῆς τύχης, ὡς οὐκ ἐπιτηδείῳ πόλει τηλικαύτην ἡγεμονίαν καὶ τοσοῦτον ἤδη χρόνον προῖκα δωρησαμένης:?
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 5 3:1)
ἔτη μὲν οὖν πέντε συνεβασίλευσαν ἀλλήλοις ὑπὲρ οὐδενὸς διαφερόμενοι χρήματος, ἐν οἷς κοινὴν πρᾶξιν ἀπεδείξαντο τὴν ἐπὶ Καμερίνους στρατείαν.
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 50 6:1)
τούτους δὴ τοὺς ἄνδρας οἱ Σαβῖνοι δείσαντες ἐκ τοῦ ἀδοκήτου σφίσιν ἐπιφαινομένους οὐθὲν ἔτι γενναῖον ἔργον ἀπεδείξαντο, ἀλλ ὡς κατεστρατηγημένοι ὑπὸ τῶν ἐχθρῶν καὶ συμφορᾷ πεπληγότες ἀμάχῳ σώζειν ἑαυτοὺς ἄλλοι κατ ἄλλας ὁδοὺς ἐπειρῶντο, κἂν τούτῳ μάλιστα πολὺς αὐτῶν φόνος ἐγένετο διωκομένων ὑπὸ τῆς Ῥωμαϊκῆς ἵππου καὶ πανταχόθεν ἀποκλειομένων:
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 64 3:1)
μαθόντες, ὅτι διέφθαρται τὸ ἕτερον αὐτῶν στράτευμα, οὐδὲν ἔτι ἀπεδείξαντο γενναῖον ἔργον, ἀλλ εἰς ἱκεσίας καὶ δεήσεις τραπόμενοι παρέδοσαν ἑαυτούς.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 52 2:2)
μόνον τὰς πολεμικὰς πράξεις τῶν ἐπισήμων ἡγεμόνων διεξιέναι, μηδ εἴ τι πολίτευμα καλὸν καὶ σωτήριον ταῖς πόλεσιν ἀπεδείξαντο ἐξευρόντες, ἀλλὰ καὶ τοὺς βίους αὐτῶν, εἰ μέτριοι καὶ σώφρονες καὶ μένοντες ἐπὶ τοῖς πατρίοις ἐπιτηδεύμασι διετέλεσαν, ἐπιδείκνυσθαι.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 48 2:1)
ἐγκαταλιπεῖν δ ἄρα καὶ προδοῦναι τοὺς ὑποδεξαμένους αὐτοῦ τὴν φυγήν, οἳ πολλὰ καὶ δεινὰ πεπονθότες ὑπ αὐτοῦ πρότερον, οὐ πολεμίων μῖσος, ἀλλὰ φίλων καὶ συγγενῶν εὔνοιαν εἰς αὐτὸν ἀπεδείξαντο·
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 42 2:5)
ἐκείνην μὲν οὖν τὴν νύκτα ἐν θαλείαις τε καὶ εὐπαθείαις διετέλεσαν, τῇ δ ἑξῆς ἡμέρᾳ συναχθεῖσα ὑπὸ τῶν ὑπάτων ἡ βουλὴ περὶ μὲν τοῦ Μαρκίου γνώμην ἀπεδείξαντο εἰς ἑτέρους ἀναβάλλεσθαι καιροὺς ἐπιτηδειοτέρους τὰς δοθησομένας αὐτῷ τιμάς:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 55 3:1)
τῷ δὲ κατόπιν ἔτει Λευκίου Αἰβουτίου καὶ Ποπλίου Σερουιλίου Πρίσκου παρειληφότων τὴν ἀρχὴν οὐδὲν οὔτε κατὰ πολέμους ἔργον ἀπεδείξαντο Ῥωμαῖοι λόγου ἄξιον οὔτε πολιτικόν, ὑπὸ νόσου κακωθέντες ὡς οὔπω πρότερον λοιμικῆς:
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 67 1:1)
οἱ δὲ Αἰκανοὶ τοῦ χάρακος τὴν ἅλωσιν ἀπό τε τῆς φυγῆς καὶ τῆς κραυγῆς τῶν σφετέρων αἰσθόμενοι καὶ μετ οὐ πολὺ κατὰ νώτου σφίσι τοὺς πολεμίους ἐπιόντας ὁρῶντες, οὐκέτι γενναῖον οὐδὲν ἀπεδείξαντο, ἀλλὰ διασπάσαντες τὰς τάξεις ἔσῳζον ἑαυτοὺς ἄλλοι κατ ἄλλας ὁδούς:
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 46 8:1)
λειπόμενον - ταῦτα ἡγουμένων κράτιστα εἶναι πλὴν ὀλίγων, ἐπειδὴ πάντες ἀπεδείξαντο τὰς ἑαυτῶν γνώμας, καὶ τέλος ἔδει τὰ βουλεύματα λαβεῖν, Οὐαλέριος μὲν ἠξίου διαδικασίαν τοὺς δέκα προθεῖναι ταῖς γνώμαις, αὖθις ἐξ ἀρχῆς πάντας τοὺς βουλευτὰς καλοῦντας, καὶ πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις τὰς προτέρας ἀποφάσεις ταῦτα λέγων πιθανὸς ἦν:
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 21 2:1)
Ῥωμαῖοι δὲ τὴν τελευτὴν πυθόμενοι, ἄλλο μὲν οὐδὲν ἀπεδείξαντο σημεῖον οὔτε τιμῆς οὔτ ὀργῆς πρὸς αὐτόν, αἰτησαμέναις δὲ ταῖς γυναιξὶν ἐπέτρεψαν ἀποπενθῆσαι δέκα μῆνας, ὥσπερ ἔθος ἦν ἑκάστῃ πατέρα καὶ παῖδα καὶ ἀδελφόν.
(플루타르코스, Lives, chapter 39 5:2)
καὶ πολλὰ καταθυσάντων τέλος ἀπεδείξαντο οἱ μάντεις πάντες γνώμην ὅτι οὐδαμῇ προσίοιντο οἱ θεοὶ τὸν πόλεμον.
(크세노폰, Anabasis, Κύρου Ἀναβάσεως Ε?, chapter 5 4:1)

SEARCH

MENU NAVIGATION