- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ ἐς μὲν τὸν λιμένα τὸν πρὸς Σιδῶνος βιάζεσθαι ἀπέγνω διὰ στενότητα τοῦ στόματος καὶ ἅμα ἀντιπρώροις τριήρεσι πολλαῖς ὁρῶν πεφραγμένον τὸν ἔσπλουν, τρεῖς δὲ τὰς ἐξωτάτω ἐφορμούσας τῷ στόματι τριήρεις προσπεσόντες οἱ Φοίνικες καὶ ἀντίπρωροι ἐμβαλόντες καταδύουσιν:?
(아리아노스, Anabasis, book 2, chapter 20 9:2)
οὗ γενηθέντος αἱ μετ Ἀλκιβιάδου τριήρεις ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν ἀντίπρῳροι τοῖς πολεμίοις, Θηραμένης δὲ καὶ Θρασύβουλος ἔπλεον ἐπὶ τὴν πόλιν καὶ τὸν ἀπόπλουν τῶν Λακεδαιμονίων ὑπετέμοντο.
(디오도로스 시켈로스, Library, book xiii, chapter 50 3:2)
τοῖσι δὲ Ἕλλησι ὡς ἐσήμηνε, πρῶτα μὲν ἀντίπρῳροι τοῖσι βαρβάροισι γενόμενοι ἐς τὸ μέσον τὰς πρύμνας συνήγαγον, δεύτερα δὲ σημήναντος ἔργου εἴχοντο ἐν ὀλίγῳ περ ἀπολαμφθέντες καὶ κατὰ στόμα.
(헤로도토스, The Histories, book 8, chapter 11 2:1)
πολλαὶ μὲν οὖν ἀντίπρῳροι συνηράσσοντο ἀλλήλαις, πολλαὶ δὲ καὶ ἐμβληθεῖσαι κατεδύοντο, αἱ δὲ συμπλεκόμεναι καρτερῶς διηγωνίζοντο καὶ οὐ ῥᾳδίως ἀπελύοντο:
(루키아노스, Verae Historiae, book 1 41:2)
τοῦτον μὲν οὖν Ἀμεινίας ὁ Δεκελεὺς καὶ Σωκλῆς ὁ Παιανιεὺς ὁμοῦ πλέοντες, ὡς αἱ νῆες ἀντίπρῳροι προσπεσοῦσαι καὶ συνερείσασαι τοῖς χαλκώμασιν ἐνεσχέθησαν, ἐπιβαίνοντα τῆς αὐτῶν τριήρους ὑποστάντες καὶ τοῖς δόρασι τύπτοντες εἰς τὴν θάλασσαν ἐξέβαλον:
(플루타르코스, Θεμιστοκλῆς?, chapter 14 3:1)

SEARCH

MENU NAVIGATION