- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ κατὰ λόγον οἱ μὲν οὐκ ἐμβολαῖς, ἀλλὰ μόναις περιόδοις ἐπλεονέκτουν, καὶ ταρσοὺς τῶν μειζόνων ἢ πηδάλια ἀνέκλων ἢ κώπας ἀνέκοπτον ἢ ἀπεχώριζον ὅλως τὰ σκάφη καὶ ἔβλαπτον ἐμβολῆς οὐχ ἥσσονα:?
(아피아노스, The Civil Wars, book 5, chapter 11 10:7)
οἱ δὲ τοῦ Καίσαρος αὐτὰς ἐμβολαῖς ὡς βραχυτέρας ἀνέκοπτον ἢ κατέσειον ἢ διερρήγνυον καί, ὅτε συμπλακεῖεν, ἔβαλλόν τε ὡς ταπεινοτέρας ἀφ ὑψηλοῦ καὶ κόρακας ἢ χεῖρας σιδηρᾶς εὐκολώτερον ἐπερρίπτουν.
(아피아노스, The Civil Wars, book 5, chapter 11 10:8)
Ὁ δὲ Σύλλας αὐτίκα τοῦ ἄστεος ληφθέντος, οὐ περιμένων ἔτι τὸν Πειραιᾶ διὰ πολιορκίας ἐξελεῖν, κριοὺς ὁμοῦ καὶ βέλη καὶ ἀκόντια ἐπῆγεν, ἄνδρας τε πολλοὺς οἳ διώρυσσον ὑπὸ χελώναις τὰ τείχη, καὶ σπείρας αἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίζουσαί τε καὶ τοξεύουσαι θαμινὰ ἀνέκοπτον.
(아피아노스, The Foreign Wars, chapter 6 3:1)
ὁ δὲ ἐμβαλὼν εἷς τὸν ὀπίσω συνετάραξε καὶ τοῦτον καὶ τοὺς ἐπιφερομένους, κατιδὼν δὲ τοῦτο Μάρκελλος ἐκέλευσε τοὺς ἱππεῖς ἐλαύνειν ἀνὰ κράτος πρὸς τὸ θορυβούμενον καὶ ποιεῖν ἔτι μᾶλλον αὑτοῖς περιπετεῖς τοὺς πολεμίους, οὗτοί τε δὴ λαμπρῶς ἐμβαλόντες ἀνέκοπτον ἄχρι τοῦ στρατοπέδου τοὺς Καρχηδονίους, καὶ τῶν θηρίων τὰ κτεινόμενα καὶ πίπτοντα τὸν πλεῖστον αὐτῶν φόνον ἀπειργάζετο.
(플루타르코스, Marcellus, chapter 26 3:1)
καὶ Διογένης μὲν ὁ τῆς Ἀρχελάου γυναικὸς υἱὸς ἀριστεύων ἐπὶ τοῦ δεξιοῦ περιόπτως ἔπεσεν, οἱ δὲ τοξόται, τῶν Ῥωμαίων ἐκβιαζομένων, οὐκ ἔχοντες ἀναστροφὴν ἀθρόοις τοῖς ὀϊστοῖς ἐκ χειρὸς ὥσπερ ξίφεσι παίοντες ἀνέκοπτον αὐτούς, τέλος δὲ κατακλεισθέντες εἰς τὸν χάρακα μοχθηρῶς ὑπὸ τραυμάτων καὶ φόνου διενυκτέρευσαν.?
(플루타르코스, Sulla, chapter 21 3:2)

SEARCH

MENU NAVIGATION