- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὡς δὲ αὐτὸν μόλις ἡμέρας ὁ Πομπήιος καταλαβὼν εἴχετο τῶν ὑστάτων, ὁ μὲν καὶ τότε τῶν φίλων ἐκτάξαι κελευόντων οὐκ ἐμάχετο, ἀλλὰ τοῖς ἱππεῦσι μόνοις τοὺς πλησιάζοντας ἀνακόπτων ἑσπέρας ἐν ὕλαις ηὐλίσατο πυκναῖς.?
(아피아노스, The Foreign Wars, chapter 15 3:4)
ὁ δὲ οὕτω καθωσίωτο τῇ βασιλείᾳ ὥστε τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς, ἀδήλου ὄντος τοῦ μέλλοντος, ὁρῶν πολλὰ τῆς βασιλείας οὐ καλῶς οὐδὲ ὁσίως διοικούμενα, ἀλλὰ πολλὴν αὐθάδειαν καὶ ὕβριν καὶ ἀκολασίαν ἐγγενομένην, οὐκ εἰά αὔξεσθαι οὐδὲ περαιτέρω χωρεῖν, ἀλλ ὥσπερ μεγάλου σώματος καὶ οὐχ ὑγιαίνοντος ἰώμενος τὰ ὕπουλα καὶ νενοσηκότα αὐτοῦ, ἢ καθάπερ ἵππου χαλεποῦ καὶ βιαίου κατέχων τὸ ἄγριον καὶ ἀπειθὲς, ἐκφερόμενος μὲν ὑπ αὐτοῦ, πολλάκις δὲ κατέχων καὶ ἀνακόπτων τὰς συνεχεῖς καὶ ἀλόγους καὶ βιαίους ὁρμὰς, ἔπραττεν αὐτῷ καὶ προεώρα τὰ συμφέροντα.
(아리스티데스, 아일리오스, 연설, Εἰς βασιλέα [σπ.] 4:7)
ὃ δὲ μάλιστα θαυμάσειεν ἄν τις, οὐκ ἀποκλείεται τοῦ στόματος ὑπὸ τῆς θαλαττίας θινὸς ἐμφραττόμενος, ὃ πάσχουσι πολλοὶ καὶ τῶν μεγάλων ποταμῶν, οὐδ εἰς ἕλη καὶ τέλματα πλανώμενος ἄλλοτε ἄλλῃ προκαταναλίσκεται πρὶν ἢ τῇ θαλάττῃ συνάψαι τὸ ῥεῖθρον, ἀλλὰ ναυσιπέρατός ἐστιν ἀεὶ καὶ δι ἑνὸς ἐκδίδωσι τοῦ γνησίου στόματος ἀνακόπτων τὰς πελαγίους ῥαχίας τῆς θαλάττης, καίτοι πολὺς αὐτόθι γίνεται καὶ χαλεπὸς ὁ πνέων ἀπὸ τῆς ἑσπέρας ἄνεμος.
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 44 4:1)
καὶ ἐν αὐτῇ δὲ τῇ παρατάξει μὴ πρὸς ἓν μέρος ὁράτω μηδὲ ἐς ἕνα ἱππέα ἢ πεζόν, εἰ μὴ Βρασίδας τις εἰή προπηδῶν ἢ Δημοσθένης ἀνακόπτων τὴν ἐπίβασιν:
(루키아노스, Quomodo historia conscribenda sit, chapter 49 1:2)
ὁ δ ἦν μὲν ἤδη βαρύτερος δι ἡλικίαν ἢ κατὰ τοιούτους ἀγῶνας, ἀλκῇ δὲ καὶ θυμῷ τούς προσφερομένους ὑφιστάμενος καὶ ἀνακόπτων τιτρώσκεται λόγχῃ τὴν χεῖρα, πρὸς δὲ τὰ ἄλλα βέλη καὶ τὰς ἐκ χειρὸς πληγὰς μόλις ὁ θώραξ ἤρκεσε διὰ τῆς ἀσπίδος δόρασι πολλοῖς καὶ λόγχαις τυπτόμενος ὧν κατακλασθέντων κατέπεσεν ὁ Δίων.
(플루타르코스, Dion, chapter 30 6:2)
ᾧ χρῷτ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί.?
(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 312)

SEARCH

MENU NAVIGATION