- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφ᾿ ἵππῳ καὶ ἀναβάτῃ ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαισῷ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους.?
(70인역 성경, 유딧기 9:7)
ἡ δ αὖ ὑψηλὴ ἀκρωμία τῷ τε ἀναβάτῃ ἀσφαλεστέραν τὴν ἕδραν καὶ τοῖς ὤμοις καὶ τῷ σώματι ἰσχυροτέραν τὴν πρόσφυσιν παρέχεται.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 1 14:2)
ὡς δὲ συνελόντι εἰπεῖν, ὅστις εὔπους μὲν εἰή, πρᾷος δέ, ἀρκούντως δὲ ποδώκης, ἐθέλοι δὲ καὶ δύναιτο πόνους ὑποφέρειν, πείθοιτο δὲ μάλιστα, οὗτος ἂν εἰκότως ἀλυπότατός τ εἰή καὶ σωτηριώτατος τῷ ἀναβάτῃ ἐν τοῖς πολεμικοῖς.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 3 13:1)
καὶ οὐρὰν δὲ καὶ χαίτην πλύνειν χρή, ἐπείπερ αὔξειν δεῖ τὰς τρίχας, τὰς μὲν ἐν τῇ οὐρᾷ, ὅπως ἐπὶ πλεῖστον ἐξικνούμενος ἀποσοβῆται ὁ ἵππος τὰ λυποῦντα, τὰς δὲ ἐν τῷ τραχήλῳ, ὅπως τῷ ἀναβάτῃ ὡς ἀφθονωτάτη ἀντίληψις ᾖ.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 5 8:1)
ἐκ πλαγίου δὲ ἵππος ἐθισθεὶς παράγεσθαι ἥκιστα μὲν ἂν καὶ ἵππους καὶ ἀνθρώπους δύναιτ ἂν κακουργεῖν, κάλλιστα δ ἂν παρεσκευασμένος τῷ ἀναβάτῃ εἰή καὶ εἴ ποτε ἐν τάχει ἀναβῆναι δεήσειεν.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 6 7:2)
ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῷ τῷ ἀναβάτῃ, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα:
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 6 17:1)
ἁθρόῳ γὰρ τῷ σώματι ταῦτα πάντα ποιῶν καὶ ἑαυτῷ ὁ ἵππος καὶ τῷ ἀναβάτῃ ἀσφαλέστερον ποιήσει μᾶλλον ἢ ἂν ἐκλείπῃ τὰ ὄπισθεν ἢ διαπηδῶν ἢ ἀνορούων ἢ καθαλλόμενος.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 8 6:4)
ἡμεῖς γε μέντοι τὸ κράτιστον τῶν διδασκαλίων νομίζομεν, ὥσπερ ἀεὶ λέγομεν, ἢν ἐν παντὶ παρέπηται τὸ ἐν ᾧ ἂν ποιήσῃ τῷ ἀναβάτῃ κατὰ γνώμην τυγχάνειν ῥᾳστώνης παρ αὐτοῦ.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 11 6:1)
τοῦτο γὰρ ἅμα κόσμον τε παρέξει καί, ἢν οἱο῀ν δεῖ εἰργασμένον ᾖ, δέξεται ὅταν βούληται τῷ ἀναβάτῃ τὸ πρόσωπον μέχρι τῆς ῥινός.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 12 3:2)
ταῦτα γὰρ ἅμα καὶ τῷ ἀναβάτῃ παραμηρίδια γίγνεται.
(크세노폰, Minor Works, Περὶ Ἱππικῆς?, chapter 12 10:2)

SEARCH

MENU NAVIGATION