- 문장 내 검색

헬라어 문장 내 검색 Language

μεταμανθάνουσα δ ὕμνον Πριάμου πόλις γεραιὰ πολύθρηνον μέγα που στένει κικλήσκου- σα Πάριν τὸν αἰνόλεκτρον, παμπορθῆ πολύθρηνον αἰῶνα διαὶ πολιτᾶν μέλεον αἷμ ἀνατλᾶσα.?
(아이스킬로스, 아가멤논, choral, antistrophe 1 1:2)
περέβαλον γάρ οἱ πτεροφόρον δέμας θεοὶ γλυκύν τ αἰῶνα κλαυμάτων ἄτερ:
(아이스킬로스, 아가멤논, choral, antistrophe 62)
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ οὔτις ἐφέρπει μῆνις ἀφ ἡμῶν, ἀσινὴς δ αἰῶνα διοιχνεῖ:
(아이스킬로스, 에우메니데스, choral, anapests3)
μήποτ ἐμὸν κατ αἰῶνα λίποι θεῶν ἅδε πανάγυρις, μηδ ἐπίδοιμι τάνδ ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ ἁπτόμενον πυρὶ δαΐῳ.
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, strophe 21)
αἰῶνα δ ἐς τρίτον μένει:
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, antistrophe 22)
νῦν δὲ δι Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
(익명 저작, Homeric Hymns, Εἲς Ἥφαιστον 2:2)
ὁ γὰρ οἰο῀ς ἐν οὔρεσι δένδρεα τέμνων δή ποθ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων, ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές:
(아폴로도로스, 아르고나우티카, book 2 8:6)
ἀργῶν δ ὅμως οὐδ οὕτως, ἀεὶ δ ἐν φορᾷ καὶ κινήσει τὸν αἰῶνα διεξέρχεται.
(아리스티데스, 아일리오스, 연설, Διόνυσος 4:1)
εἰ δή τις οὖν ταῦτα καταλέγειν ἐπιχειροίη, τὰ ἐκφεύγοντα διώξεται, οἱο῀ν οἱ τὰ τῶν ποταμῶν ῥεύματα κατόπιν διώκοντες, καὶ ὅμοιον ποιήσει ὥσπερ ἂν εἰ πάντα τὸν αἰῶνα ἀξιοίη ζῆν:
(아리스티데스, 아일리오스, 연설, Εἰς τὸν Σάραπιν 9:9)
ἐπεὶ καὶ τοῦτ οὐ μικρόν ἐστιν, οἶμαι, πρὸς ἀλλήλους ὑμῖν, τὸ μὴ σὲ φῦναι μόνον αὐτὸν ἐπὶ ταυτησὶ τῆς πόλεως λέγω, προγόνους δ ἀλλαχόθεν ἀριθμεῖν ἔχειν, ἀλλ ἄνωθεν ἀρξαμένην διαδοχὴν, ὅθεν οὐδ εὑρεῖν ἦν ἂν διὰ χρόνου μῆκος, εἰ μὴ προέκειτο ἡ λαμπρότης, μέχρι σοῦ προχωρῆσαι, διὰ σοῦ πλήρη τὸν αἰῶνα τὸν ἑξῆς ἀναμένουσαν.
(아리스티데스, 아일리오스, 연설, Ἀπελλᾶ γενεθλιακός 2:4)
φέρ οὖν αὐτὸς ἡμῖν τοὺς οἰάκας ἑλὼν, ὥσπερ οὖν ἤδη κατέχεις, ἔκσωζε τὸν οἶκον, διδοὺς μὲν ἐκ τοῦ μεγάλου βασιλέως τούτῳ τιμὰς ἅσπερ οἱ τούτου πρόγονοι παρὰ τῶν ἐκείνου προγόνων ἐκαρποῦντο, διδοὺς δὲ αὐτῷ βασιλεῖ καὶ γένει τῷ βασιλέως τὸν αἰῶνα πάντα διοικεῖν ὥσπερ οὖν ἔλαχεν ἐκ Διὸς, τούτῳ τε τὸ πεπρωμένον ἐν εὐδαιμονίᾳ διάγειν παρασχὼν χρόνον παισὶν ἐκ παίδων τὴν διαδοχὴν τοῦ γένους τῇ τε πόλει καὶ σεαυτῷ διαφύλαττε.
(아리스티데스, 아일리오스, 연설, Ἀπελλᾶ γενεθλιακός 8:3)
ὥστ εἴ τις τῆς πόλεως περιέλοι τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα δι ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δ αὐτὴν, ὥσπερ τὰς νῦν φρονούσας ἐφ αὑταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 98:1)
οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δ οὐ δυνάμενοι, οὐδ ἀκούει μὲν ἡ βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα ἡ οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν:
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 10:2)
καὶ γάρ τοι ὅσοι μὲν τοῦτ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτὴν, ἀλλ οὐχ ὑπ αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τελευτὴν τοῦ χρυσοῦ γένους ἐποίησεν εἰπὼν οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, ἐσθλοὶ, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 56:9)
οὐ γὰρ ποικίλης δεῖται τοῦτό γε μούσης, ἀλλὰ πᾶσιν εὔδηλον ὅτι εἰρήνη πολέμου γέρας συμφορώτερον καὶ ὅτι οὐκ ἔστι μαχομένους καὶ κινδυνεύοντας ἀναιμωτὶ τὸν αἰῶνα διελθεῖν.
(아리스티데스, 아일리오스, 연설, Πρεσβευτικὸς πρὸς Ἀχιλλέα? 8:2)

SEARCH

MENU NAVIGATION