- 문장 내 검색

헬라어 문장 내 검색 Language

πολλῶν δὲ ἀπολομένων, καὶ τὸ τελευταῖον Αἵμονος τοῦ Κρέοντος, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου δώσειν γυναῖκα.?
(아폴로도로스, Library and Epitome, book 3, chapter 5 8:8)
γάμους δ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, σοὶ χρὴ μέλεσθαι:
(에우리피데스, Phoenissae, episode 1:22)
Αἵμονος μὲν οὖν γάμοι σφαγὰς ἀπείργους.
(에우리피데스, Phoenissae, episode 3:2)
σὺ δ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν μένους, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
(에우리피데스, Phoenissae, episode, iambic 3:6)
ὁ δὲ ἀνὴρ ἦν Ὄξυλος Αἵμονος τοῦ Θόαντος:
(파우사니아스, Description of Greece, Ἠλιακῶν Α, chapter 3 9:3)
τὸν δὲ Ἴφιτον τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ φησὶν Αἴμονος παῖδα εἶναι, Ἑλλήνων δὲ οἱ πολλοὶ Πραξωνίδου καὶ οὐχ Αἴμονος εἶναί φασι:
(파우사니아스, Description of Greece, Ἠλιακῶν Α, chapter 4 10:4)
ἀλλὰ πρόσπολοι, ἴτ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ ἀθρήσαθ, ἁρμὸν χώματος λιθοσπαδῆ δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος φθόγγον συνίημ ἢ θεοῖσι κλέπτομαι.
(소포클레스, Antigone, episode 1:15)
τὰ καθ ἕκαστα μὲν ταῦτα περὶ Θετταλίας, καθ ὅλου δ ὅτι Πυρραία πρότερον ἐκαλεῖτο ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικός, Αἱμονία δὲ ἀπὸ Αἵμονος, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Αἵμονος.
(스트라본, 지리학, Book 9, chapter 5 33:1)
μετωνομάσθαι δὲ τὴν μὲν Ἑλλάδα ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, τὴν δὲ Θετταλίαν ἀπὸ τοῦ υἱοῦ Αἵμονος:
(스트라본, 지리학, Book 9, chapter 5 33:3)
Ἔφορος δὲ τοὺς Αἰτωλοὺς εἰπὼν ἔθνος εἶναι μηδεπώποτε γεγενημένον ὑφ ἑτέροις, ἀλλὰ πάντα τὸν μνημονευόμενον χρόνον μεμενηκὸς ἀπόρθητον διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἄσκησιν, ἐξ ἀρχῆς μέν φησιν ἅπασαν τὴν χώραν Κουρῆτας κατασχεῖν, ἀφικομένου δ ἐξ Ἤλιδος Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν, τοὺς μὲν Κουρῆτας εἰς τὴν νῦν καλουμένην Ἀκαρνανίαν ὑποχωρῆσαι, τοὺς δ Αἰτωλοὺς συγκατελθόντας Ἐπειοῖς τὰς ἀρχαιοτάτας κτίσαι τῶν ἐν Αἰτωλίᾳ πόλεων, δεκάτῃ δ ὕστερον γενεᾷ τὴν Ἦλιν ὑπὸ Ὀξύλου τοῦ Αἵμονος συνοικισθῆναι περαιωθέντος ἐκ τῆς Αἰτωλίας.
(스트라본, 지리학, Book 10, chapter 3 3:1)
τῆς δ αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱός Ὄξυλος ἀρχαίην ἔκτισε τήνδε πόλιν.
(스트라본, 지리학, Book 10, chapter 3 3:4)
ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ ἦν, ἵππῳ δὲ Πόδαργος, καὶ κυνὶ Λήθαργος, καὶ θεράποντι Βάβης, Θεσσαλός, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός:?
(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 3041)

SEARCH

MENU NAVIGATION