- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, πρῶτον μὲν χρὴ τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκρίβεια, ἐνταῦθα ὡρ´αν προσθείς, οὗ δὲ βραχύτης, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὑρ´εσις, ἐνταῦθα διαχείρισιν.?
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ κολάσεως λόγου. 6:2)
ὡς δ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν καὶ πάντα νεκρῶν καὶ ναυαγίων μεστὰ καὶ κυριωτέρους ἑτέρους φοβεῖν καὶ τοὺς ἐκείνου καὶ αὐτὸν, ἐκπλαγεὶς καὶ νομίσας θαυματοποιὸν εἶναι τὴν πόλιν παλινῳδίαν ᾖδε, καὶ μεταστρέψας ᾔει τὴν αὐτὴν, οὐ μετὰ τοῦ αὐτοῦ σχήματος, ἓν ἤδη τοῦτ ἀγώνισμα ποιούμενος τὴν σχεδίαν καταλαβεῖν.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 52:6)
καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὁρ´κους ὡς πλείστους ψεύσασθαι:
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 7:5)
ἀλλὰ τὸ τοὺς μὲν βαρβάρους ταῖς περιουσίαις καὶ ταῖς δυνάμεσιν ὑπερβαλέσθαι, τοὺς δὲ Ἕλληνας σοφίᾳ καὶ σωφροσύνῃ παρελθεῖν, μέγα μοι δοκεῖ καὶ παντελὲς εἰς ἀρετῆς εἶναι λόγον καὶ παντὸς ἀγώνισμα λαμπρότερον.
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 12:11)
ἀλλὰ τὸ ἐξ ἀρχῆς ἀγώνισμα παντὸς μεῖζον, παρισῶσαι τῷ τῆς ἀρχῆς μεγέθει τὸν λόγον, καὶ σχεδὸν τοῦ ἴσου χρόνου δεόμενον ὅσοσπερ ὁ τῆς ἀρχῆς:
(아리스티데스, 아일리오스, 연설, Ῥώμης ἐγκώμιον 32:4)
ἐπεὶ δὲ λόγῳ ψιλῷ δεῖ πείσαντα καταστήσασθαι τὰ πράγματα, ἐμαυτοῦ τὸ ἀγώνισμα ποιοῦμαι.
(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας 2:5)
οὐ μέγα ἀγώνισμα τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 90:3)
διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Καπίτωνα 7:6)
ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, καὶ πρῶτον μὲν τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκριβείας δεῖ, ἐνταῦθα ὡρ´αν προστιθεὶς, οὗ δ ἐργασίας, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὑρ´εσις, ἐνταῦθα διαχειρίζειν, οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν, ἐφ ἅπασι δὲ ῥᾳστώνην καὶ δρόμον, καί μοι παρείη περὶ τούτων ἄμεινον σοῦ καὶ τῶν σοὶ προσομοίων ἐπίστασθαι, σκοτοδινιᾷ δὴ πᾶς ἐνταῦθα ἀκροατὴς καὶ οὐκ ἔχει τίς γένηται, ἀλλ ὥσπερ ἐν παρατάξει κυκλούμενοι θορυβοῦνται, καὶ ὡς ἕκαστος ἔχει φύσεως ἢ δυνάμεως οὕτως ἐπαινεῖ, ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραία.
(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 29:4)
οὐχ ὁρᾷς τὸ ἀγώνισμα οὐδὲ ἀπὸ πολλοῦ, ἀλλ εἰς ἑκάτερον, φησὶ, τῶν αὐλῶν ἐμοῦ χωρὶς αὐλοῦντος καὶ πάσαις ἅμα ταῖς ἁρμονίαις χρωμένου κάθησαι πρὸς ἑνός τινος τῶν δακτύλων κίνησιν βλέπων, ὥσπερ ἂν εἰ καὶ ἐν λύρᾳ ἢ κιθάρᾳ πάντων ὁμοῦ δεικνυμένων μιᾶς χορδῆς ἤχου δοκοίης ἀκούειν.
(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 29:7)
ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 50 6:2)
ἦν δ οὐκ ἀγώνισμα πᾶσι τοῖς πολλοῖς καὶ πένησι Ῥωμαίων ἡ διανομὴ τῆς χώρας ὡς ἀπελαυνομένοις τῆς πατρίδος, ὀλίγων τ ἀπογραψαμένων ἔδοξε τῇ βουλῇ, ἐπειδὴ οὐκ ἀξιόχρεως ἦν ὁ ἀπόστολος, ἐπιτρέψαι Λατίνων τε καὶ Ἑρνίκων τοῖς βουλομένοις τῆς ἀποικίας μετέχειν.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 59 3:1)
κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.
(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 7 2:1)
κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.
(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 20 3:1)
καὶ τό τε ἀσφαλὲς ἐλογίζετο, καὶ ὅτι ἀπάτῃ περιγενόμενος συνέσεως ἀγώνισμα προσελάμβανε:
(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 323)

SEARCH

MENU NAVIGATION