- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ δὴ φίλον τις ἔκταν ἀγνοίας ὕπο.?
(아이스킬로스, 탄원하는 여인들, episode 2:6)
καὶ οἱ μὲν οὕτως ἔλεγον, εἴθ ὑπὸ ἀγνοίας εἴτε διεφθαρμένοι, Καίσαρι δ ἔρρωτο πᾶς ἀνὴρ εἰς προθυμίαν καὶ πόνους ὑπό τε ἔθους τῶν στρατειῶν καὶ ὑπὸ κερδῶν, ὅσα πόλεμος τοῖς νικῶσιν ἐργάζεται καὶ ὅσα παρὰ Καίσαρος ἄλλα ἐλάμβανον:
(아피아노스, The Civil Wars, book 2, chapter 4 7:3)
φασὶ δ ἐν τῇ μάχῃ τῇδε Δυρράχου παῖδα Ιὄνιον ὑφ Ἡρακλέους ἐξ ἀγνοίας ἀποθανεῖν καὶ τὸν Ἡρακλέα τὸ σῶμα θάψαντα ἐμβαλεῖν ἐς τὸ πέλαγος, ἵνα ἐπώνυμον αὐτοῦ γένοιτο.
(아피아노스, The Civil Wars, book 2, chapter 6 2:7)
τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους.
(아피아노스, The Civil Wars, book 2, chapter 17 2:4)
ὁ δὲ ἀχθέντα ἰδὼν ἐφιλοφρονεῖτο μὲν ἐς τὸ φανερὸν καὶ τοῖς δήσασιν ἐπεμέμφετο ὑπ ἀγνοίας ἐνυβρίσασιν ἀνδρὶ τοσῷδε, κρύφα δ ἐπέστελλεν Ἀντωνίῳ.
(아피아노스, The Civil Wars, book 3, chapter 14 4:2)
καί τις προσετίθετο τοῖς πίναξιν αἰεὶ τῶν προσκαταγινωσκομένων ἢ τῶν προανῃρημένων ὑπ ἀγνοίας, ἐς δόξαν τοῦ δικαίως ἀνῃρῆσθαι.
(아피아노스, The Civil Wars, book 4, chapter 2 3:4)
οἱ δὲ καὶ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν, ὑπ ἀγνοίας ἢ κατ ἐπιβουλήν, ἀπώλλυντο.
(아피아노스, The Civil Wars, book 4, chapter 3 4:2)
ἐξαγγείλαντος δέ τινος, εἴτε ἐξ ἐπιβουλῆς εἴθ ὑπ ἀγνοίας, τὸν υἱὸν συνειλῆφθαι, ἐπανῆλθε καὶ τοὺς σφαγέας μετεπέμψατο.
(아피아노스, The Civil Wars, book 4, chapter 4 5:4)
καὶ μαθὼν ἐς τῆς γυναικὸς ὑπ ἀγνοίας τῶν οἴκοι κακῶν ἔφευγεν.
(아피아노스, The Civil Wars, book 4, chapter 4 7:10)
νῦν δὲ ἀπείρως τε πολέμου, καὶ ὑπ ἀγνοίας τοῦ θορύβου τῶν Καίσαρος, καὶ ὄκνου, μὴ μάχης περὶ δείλην ἑσπέραν ἄρχειν, οἱ μὲν αὐτῶν ἐς Κόκκυνον ἄκραν ὡρμίσαντο, οἱ πεζοὶ δ οὐκ ἀξιοῦντες ἀγχοῦ τῶν πολεμίων στρατοπεδεύειν ἐς Φοίνικα πόλιν ἀνεχώρουν.
(아피아노스, The Civil Wars, book 5, chapter 12 2:7)
οἱ δὲ ἄρτι μὲν ἡττημένοι μεγάλῃ μάχῃ, ὑπὸ δὲ ἀγνοίας εἴτε μόνοις εἴθ ἅπασι ταῦτα προσετάχθη, φοβούμενοι μόνοι μὲν ὡς εὐκαταφρόνητοι, μετὰ δὲ τῶν ἄλλων μὴ μόνοι βραδύνωσι, καιρόν τε οὐκ ἔχοντες περιπέμψαι πρὸς ἀλλήλους, καὶ τοὺς στρατιώτας τοὺς ἐληλυθότας μετὰ τῶν γραμμάτων ἐφεστῶτας σφίσιν εὐλαβούμενοι, τὸ σφέτερον ἀσφαλὲς ἕκαστοι προύργου τιθέμενοι, τὰ τείχη καθῄρουν μετὰ σπουδῆς.
(아피아노스, The Foreign Wars, chapter 8 3:5)
οὐδ εἰ μὴ ἔστιν ἀγνοεῖν ἀπὸ ἐπιστήμης, ἀλλ ἁμαρτάνειν μόνον, καὶ τὰ αὐτὰ <ἃ> καὶ ἀπὸ ἀγνοίας ποιεῖν, οὔ τι ἀπὸ δικαιοσύνης γε ὡς ἀπὸ ἀδικίας πράξει:
(아리스토텔레스, 에우데모스 윤리학, Book 8 7:1)
ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν μοχθηρία ποτὲ ἐγγενομένη ἐν τῷ ἀλόγῳ στρέψει καὶ ποιήσει ἀγνοεῖν, ἡ δ ἀρετὴ ἐν τῷ ἀλόγῳ ἀγνοίας ἐνούσης οὐ στρέψει ταύτην, καὶ ποιήσει φρονίμως κρίνειν καὶ τὰ δέοντα, καὶ πάλιν ἡ φρόνησις ἡ ἐν τῷ λογιστικῷ τὴν ἐν τῷ ἀλόγῳ ἀκολασίαν σωφρόνως πράττειν:
(아리스토텔레스, 에우데모스 윤리학, Book 8 10:3)
ὥστ ἔσται καὶ ἡ ἀπὸ ἀγνοίας φρονίμως.
(아리스토텔레스, 에우데모스 윤리학, Book 8 12:1)
ἔστι δὲ ταῦτα ἄτοπα, ἄλλως τε καὶ ἀπὸ ἀγνοίας χρῆσθαι φρονίμως, τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων οὐδεμιᾶς ὁρῶμεν, ὥσπερ τὴν ἰατρικὴν ἢ γραμματικὴν <οὐ> στρέφει ἀκολασία.?
(아리스토텔레스, 에우데모스 윤리학, Book 8 12:2)

SEARCH

MENU NAVIGATION