- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ Ἀφροδίτης, Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, αὖτις δ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων:?
(익명 저작, Homeric Hymns, Εἲς Ἀφροδίτην 3:8)
κυδίστην δ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης μήτηρ τε Ῥείη:
(익명 저작, Homeric Hymns, Εἲς Ἀφροδίτην 5:5)
δεινὸν γὰρ τὴν μὲν τῷ Διὶ συνοῦσαν μὴ νομίσαι αὐτὸν κριτὴν ἱκανὸν τοῦ αὑτῆς εἴδους, εἰ μὴἀρέσει καὶ τῶν ἐν Ἴδῃ βουκόλων ἑνί, τὴν δὲ ἀρχὴν ὑπὲρ κάλλους ἐρίζειν τῇ Ἀφροδίτῃ, πρεσβυτάτην φάσκουσαν εἶναι τῶν Κρόνου παίδων, ὡς αὐτὸς Ὅμηρος ἀπήγγειλε ποιήσας, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἔτι δὲ οὕτω χαλεπῶς διατεθῆναι πρὸς τὸν Πάριν, αὐτὴν ἐπιτρέψασαντὴν κρίσιν:
(디오, 크리소토모스, 연설, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. 15:1)
τοὺς δὲ μέθ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων:
(헤시오도스, 신들의 계보, Book Th. 13:8)
θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν:
(헤시오도스, 신들의 계보, Book Th. 18:3)
ἀλλ ὅτε δὴ Δί ἔμελλε θεῶν πατέρ ἠδὲ καὶ ἀνδρῶν τέξεσθαι, τότ ἔπειτα φίλους λιτάνευε τοκῆας τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα παῖδα φίλον, τίσαιτο δ ἐρινῦς πατρὸς ἑοῖο παίδων θ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
(헤시오도스, 신들의 계보, Book Th. 44:6)
ἐπιπλομένων δ ἐνιαυτῶν Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
(헤시오도스, 신들의 계보, Book Th. 46:2)
τὸν δ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκ ἐπιμειδήσας, δολίης δ οὐ λήθετο τέχνης:
(헤시오도스, 신들의 계보, Book Th. 51:2)
ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν, ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης:
(헤시오도스, 일과 날, Book WD 7:4)
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετ ἀθανάτοισιν ἀνάσσεις.?
(호메로스, 일리아스, Book 4 6:7)

SEARCH

MENU NAVIGATION