- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐν ᾧ γάρ ἐστι περιέχοντι, ἔχεσθαι ὑπὸ τούτου λέγεται, οἱο῀ν τὸ ἀγγεῖον ἔχειν τὸ ὑγρόν φαμεν καὶ τὴν πόλιν ἀνθρώπους καὶ τὴν ναῦν ναύτας, οὕτω δὲ καὶ τὸ ὅλον ἔχειν τὰ μέρη.?
(아리스토텔레스, 형이상학, Book 5 223:3)
οἱ δὲ ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων ἤ τι ἄλλο τοιοῦτον προτιθέντες, τὴν ἐνέργειαν λέγουσιν:
(아리스토텔레스, 형이상학, Book 8 27:1)
ὁ δ ἔνατος χολῆς δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ, πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 3 1:6)
Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 26 1:3)
λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον:
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 76 2:4)
ἀγγεῖον δ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Αὐτοκλείδης φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως:
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 464)
Νίκανδρος δ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι:
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 50 1:4)
καὶ τὸ ἀγγεῖον δ ἐν ᾧ κιρνᾶται ὁ οἶνος κρατὴρ ἀπὸ τοῦ συγκιρνᾶσθαι ἐν αὐτῷ τὸ ὕδωρ, ἀπὸ τοῦ κέρατος, οἱονεὶ κερατήρ, ἀπὸ τοῦ εἰς κέρας ἐγχεῖσθαι τὸ πόμα.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 516)
"τοῦτο δ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους:
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 56 1:9)
κυαθίς, κοτυλῶδες ἀγγεῖον.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 59 3:1)
Ἐρατοσθένης δ ἐν τῇ πρὸς Ἀγήτορα τὸν Λάκωνα Ἐπιστολῇ ὡς κυαθῶδες ἀγγεῖον τὸ κυμβίον παραδίδωσι γράφων οὕτως:
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 641)
μόσχος δ ἐν ἐξηγήσει Ῥοδιακῶν Λέξεων κεραμεοῦν ἀγγεῖόν φησιν αὐτὸ εἶναι, ἐοικὸς ταῖς λεγομέναις πτωματίσιν,4 ἐκπεταλώτερον δέ.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 70 4:7)
καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 79 2:4)
"νυνὶ δὲ τὸ μὲν τοιοῦτον ἀγγεῖον καθιερωμένον τινὰ τρόπον ἐν τῇ ἑορτῇ παρατίθεται μόνον, τὸ δ ἐς τὴν χρείαν πῖπτον μετεσχημάτισται, ἀρυταίνῃ μάλιστα ἐοικός, ὃ δὴ καλοῦμεν χόα.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 906)
Πέλλα ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἤμελγον τὸ γάλα.?
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 911)

SEARCH

MENU NAVIGATION