- 문장 내 검색

헬라어 문장 내 검색 Language

καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας, ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ ἄρσην, πάλιν οὔτε θεὸς οὔτ ἄνθρωπος, οὔτ ἀβέλτερος οὔτ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ εἴδη φέρων, ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἀνδρός δειλία γυναικός, ἡ δ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.?
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 13 1:1)
ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 14 2:3)
ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος ἔθυσ1 ἱερεῖον πρῶτος, ὤπτησεν κρέας.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 80 2:5)
πῶς οὖν οὐκ ἂν ἀβέλτερος εἰή ὁ Τηλέμαχος ᾠδοῦ παρόντος καὶ κυβιστητῆρος προσκύπτων πρὸς τὸν Πεισίστρατον καὶ περὶ τῶν σκευῶν διαλεγόμενος·
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 11 2:2)
εἰ δὲ κἀκεῖνα θέλεις μὴ προΐεσθαι καὶ ταῦτα λαμβάνειν, ἄπληστος εἶ καὶ ἀβέλτερος.
(에픽테토스, Works, chapter 25 4:6)
ὅταν δὲ ἀγαθοῖς καὶ πρεσβυτέροις ἤδη πλησιάσῃ, ἀβέλτερος αὖ φαίνεται, ἀπιστῶν παρὰ καιρὸν καὶ ἀγνοῶν ὑγιὲς ἦθος, ἅτε οὐκ ἔχων παράδειγμα τοῦ τοιούτου.
(플라톤, Republic, book 3 472:4)
"οὐ Σωκράτης οὖν ἀβέλτερος, ὅστις εἰή ζητῶν ἑαυτόν, ἀλλὰ πάντες, οἷς ἔπεισί τι τῶν ἄλλων πρὸ τούτου ζητεῖν, ὅτι τὴν γνῶσιν ἀναγκαίαν ἔχον οὕτως εὑρεθῆναι χαλεπόν ἐστιν:
(플루타르코스, Adversus Colotem, section 2012)
ὥσπερ οὖν ὁ Πρόδικον τὸν σοφιστὴν ἢ Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς δι ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν:
(플루타르코스, An seni respublica gerenda sit, chapter, section 15 3:1)
ἦν δὲ ἀβέλτερος ἡ φιλοτιμία, παρὰ τοσούτους καὶ τηλικούτους ἀγῶνας ἑνὸς ἔργου καὶ μιᾶς νίκης ἀγαπωμένης, ἐν ᾗ Γεράνδαν τινὰ τῶν ἀσήμων Σπαρτιατῶν καὶ τεσσαράκοντα μετ αὐτοῦ πεσεῖν, ἄλλο δὲ οὐδὲν μέγα πραχθῆναι λέγουσι.?
(플루타르코스, Pelopidas, chapter 25 6:2)

SEARCH

MENU NAVIGATION