- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ περὶ τούτων ἐν ἅπασιν Ἀθηναίοις ἐξελεγχθεὶς ὑπ ἐμοῦ καὶ κληθεὶς ξενοκτόνος, οὐ τὸ ἀσέβημα ἠρνήσω, ἀλλ ἀπεκρίνω ἐφ ᾧ ἀνεβόησεν ὁ δῆμος καὶ ὅσοι ξένοι περιέστασαν τὴν ἐκκλησίαν:?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2242)
νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 59:1)
καὶ ἐν τῷ κατὰ Μειδίου, ἀλλ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ ἐμφάσεως. 3:2)
ἴδιον δὲ τῶν ἀφελῶν καὶ τὸ τὰ κατασκευαστικὰ παραλείποντας τὰ ἧττον κατασκευαστικὰ λέγειν, οἱο῀ν τὰς ἐλπίδας ἔχειν δεῖ τῆς σωτηρίας ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μήτε ἀσέβημα περὶ θεοὺς μήτε ἀδίκημα περὶ ἀνθρώπους.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 13 13:5)
δεινὸν μὲν νὴ τὸν Δία τὸν ἐλευθέριον τὸν Πλαταιᾶσι καὶ τὰ μνήματα τῶν ἐκεῖ πεσόντων κοινῶν ἀμφοτέροις προγόνων περιιδεῖν τὴν Λακεδαιμονίων πόλιν ἐκπεσοῦσαν ἐκ τῆς Ἑλλάδος, καὶ ταῦθ ὑπὸ Θηβαίων, οὐ μὴν ἀλλ ἔμοιγε τετολμήσθω τοῦτο τὸ ἀσέβημα τῷ λόγῳ, προώμεθα, ὦ Ἀθηναῖοι, καὶ περιίδωμεν μηδένα ὑπόλογον θέμενοι, βούλεσθε εἴπω καὶ συνεξέλωμεν·
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος 5:11)
ἀλλ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ, τοῦτ ἐρῶ.
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 136:1)
τίς δ ἂν εἰάσε πόλις που παρ ἑαυτῇ γενέσθαι τὸν τὸ τοιοῦτ ἀσέβημα δοκοῦντ εἰργάσθαι·
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων 3:4)
ἐπειδὴ δὲ καὶ ἴστε πάντες καὶ ἔχετε ἐφ ὑμῖν αὐτοῖς καὶ κύριοί ἐστε κολάσαι, ὑμέτερον ἤδη τὸ ἀσέβημα γίγνεται τὸ πρὸς τοὺς θεούς, ἐὰν μὴ ταύτην κολάσητε.
(데모스테네스, Speeches 51-61, Κατὰ Νεαίρας 159:4)
καὶ τῶν ἄλλων ταὐτὰ πραξάντων ταχὺ πᾶς ὁ περὶ τὰ βασίλεια τόπος κατεφλέχθη διὰ τὸ μέγεθος τῆς φλογὸς καὶ τὸ πάντων παραδοξότατον, τὸ Ξέρξου τοῦ Περσῶν βασιλέως γενόμενον ἀσέβημα περὶ τὴν ἀκρόπολιν τῶν Ἀθηναίων μία γυνὴ πολῖτις τῶν ἀδικηθέντων ἐν παιδιᾷ πολλοῖς ὕστερον ἔτεσι μετῆλθε τοῖς αὐτοῖς πάθεσιν.
(디오도로스 시켈로스, Library, book xvii, chapter 71 18:2)
οἱ δὲ τὸ μὲν πρῶτον οὐκ ἐτόλμων κρίναντες ἀσέβημα ξένον ἄνθρωπον καὶ πεπιστευκότα αὐτοῖς τὸ ζῆν εἰς φανερὰν αὐτοὺς ἀπώλειαν ἐκρῖψαι, τελευταῖον δ ὑπερβιαζομένου τοῦ κακοῦ καὶ ὅσον οὔπω μέλλοντος βαπτίζεσθαι τοῦ σκάφους, ὑπό τε τοῦ προφήτου παρορμηθέντες αὐτοῦ καὶ ὑπὸ τοῦ δέους τοῦ περὶ τῆς αὑτῶν σωτηρίας ῥίπτουσιν αὐτὸν εἰς τὴν θάλασσαν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 9 262:1)
ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ιἠσοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ιωἄννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστ αὐτὸν ἀνελεῖν καὶ διὰ τὴν ὀργὴν τηλικοῦτο ἀσέβημα δρᾶσαι κατ ἀδελφοῦ τὸν Ιωἄννην ἐν τῷ ἱερῷ ὡς δεινὸν ἦν καὶ πρότερον, ὡς μήτε παρ Ἕλλησιν μήτε παρὰ βαρβάροις ὠμὸν οὕτως καὶ ἀσεβὲς ἔργον γεγονέναι.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 11 352:1)
ποῖον οὖν μεῖζον ἂν γένοιτο ἀσέβημα ἢ πρέσβεις ἀποκτεῖναι τοὺς ὑπὲρ τοῦ δικαίου διαλεγομένους·
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 15 167:1)
χλεύη δ ἦν ἐκείνοις καὶ παιδιὰ τὸ τηλικοῦτον ἀσέβημα, τοῖς δ ἄλλοις ἱερεῦσιν ἐπιθεωμένοις πόρρωθεν παιζόμενον τὸν νόμον δακρύειν ἐπῄει καὶ κατέστενον τὴν τῶν ἱερῶν τιμῶν κατάλυσιν.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον δ. 183:1)
ἐδόκει τε ἀσέβημα ἑαυτῆς καὶ πλημμέλημα τοῦτο δόξειν, εἰ ὑπομένοι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις ὁμοία λέγεσθαι:
(루키아노스, Pro imaginibus, (no name) 8:2)
^ ἐβοήθει δὲ οὐδείς, ἀλλὰ καὶ οἱ τέως ἑταῖροι ἀπεστρέφοντο ὡς τὸ Ἀνουβίδειον σεσυληκότα καὶ ἀσέβημα αὐτῶν ἡγοῦντο εἶναι εἰ συνέπιόν ποτε ἢ συνειστιάθησαν αὐτῷ.?
(루키아노스, Toxaris vel amicitia, (no name) 27:2)

SEARCH

MENU NAVIGATION