- 문장 내 검색

헬라어 문장 내 검색 Language

τῶνδ ἐφήλωται τορῶς γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.?
(아이스킬로스, 탄원하는 여인들, episode 1:9)
περιόδους δὲ οὐκ ἔχοντες οὔτε δρόμους ὡς ἐν ἕλεσι καὶ τάφροις, ἀραρότως συνίσταντο, καὶ οὐδέτεροι τοὺς ἑτέρους ὤσασθαι δυνάμενοι τοῖς ξίφεσιν ὡς ἐν πάλῃ συνεπλέκοντο.
(아피아노스, The Civil Wars, book 3, chapter 9 5:3)
τὸν μὲν γὰρ ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσί, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 35 7:4)
νεωτέρῳ γὰρ πρεσβύτερος συνὼν οὔθ ἡμέρας οὔτε νυκτὸς ἑκὼν ἀπολείπεται, ἀλλ ὑπ ἀνάγκης τε καὶ οἴστρου ἐλαύνεται, ὃς ἐκείνῳ μὲν ἡδονὰς ἀεὶ διδοὺς ἄγει, ὁρῶντι, ἀκούοντι, ἁπτομένῳ, καὶ πᾶσαν αἴσθησιν αἰσθανομένῳ τοῦ ἐρωμένου, ὥστε μεθ ἡδονῆς ἀραρότως αὐτῷ ὑπηρετεῖν:
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φαῖδρος 93:4)
ἐπεὶ δὲ σημαίνειν ἔμελλον ἀμφότεροι τὴν ἔφοδον, Πομπήϊος μὲν ἐκέλευσε τοὺς ὁπλίτας ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τὴν ἐπιδρομὴν τῶν πολεμίων, μέχρι ἂν ὑσσοῦ βολῆς ἐντὸς γένωνται.
(플루타르코스, Caesar, chapter 44 4:1)
ἐγὼ δ ἐχῖνον μὲν οὐδένα Κυζικηνὸν ἢ Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις.
(플루타르코스, De sollertia animalium, chapter, section 28 1:1)
ὁ δὲ Πομπήϊος ἀφ ἵππου τὴν παράταξιν ἐπισκοπῶν, ὡς ἑώρα τοὺς μὲν ἀντιπάλους μεθ ἡσυχίας τὸν καιρὸν ἐν τάξει προσμένοντας, τῆς δ ὑφ αὑτῷ στρατιᾶς τὸ πλεῖστον οὐκ ἀτρεμοῦν, ἀλλὰ κυμαῖνον ἀπειρίᾳ καὶ θορυβούμενον, ἔδεισε μὴ διασπασθῇ παντάπασιν ἐν ἀρχῇ τῆς μάχης, καὶ παράγγελμα τοῖς προτεταγμένοις ἔδωκεν ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τοὺς πολεμίους, ὁ δὲ Καῖσαρ αἰτιᾶται τὸ στρατήγημα τοῦτο:
(플루타르코스, Pompey, chapter 69 4:1)
πήξαντες σχεδίας καὶ πλείους ἀραρότως, τούτων δύο πρὸς ἀλλήλας ζεύξαντες βιαίως ἤρεισαν ἀμφοτέρας εἰς τὴν γῆν κατὰ τὴν ἔμβασιν τοῦ ποταμοῦ, πλάτος ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας.
(폴리비오스, Histories, book 3, chapter 46 1:2)
ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει.?
(70인역 성경, Liber Maccabees III 5:4)

SEARCH

MENU NAVIGATION