- 문장 내 검색

헬라어 문장 내 검색 Language

Πολλὴ δὲ καὶ τῶν Ἰταλιωτῶν ἀναίρεσίς τε καὶ ἐξέλασις καὶ δήμευσις ἦν, ὅσοι τι Κάρβωνος ἢ Νωρβανοῦ ἢ Μαρίου ἢ τῶν ὑπ ἐκείνοις στρατηγούντων ὑπήκουσαν.?
(아피아노스, The Civil Wars, book 1, chapter 11 2:1)
ὧν τὰ λαμπρὰ καὶ τὰ χείρω γενόμενα ἐν μνήμῃ τε μᾶλλον ὄντα, ὅτι καὶ τελευταῖα γέγονεν, ἐπελεύσομαι νῦν, οὐ πάντα οὑ᾿ γὰρ ἀξιαφήγητον ἀναίρεσις ἁπλῆ καὶ φυγὴ ἢ τῶν τριῶν ἀνδρῶν τισι συγγνόντων ὕστερον ἐπάνοδος ἢ ἐπανελθόντων ἀφανὴς καταβίωσις᾿, ἀλλ ὅσα παραλογώτατα ὄντα μάλιστα ἂν ἐκπλήξειε καὶ πιστεύειν ποιήσειε τοῖς προλεγομένοις.
(아피아노스, The Civil Wars, book 4, chapter 3 5:4)
καὶ μὴν ὅτι γ οἱ πρὸς ἀλλήλους τῶν Ἑλλήνων ἀγῶνες οὐ πόρρω τούτων εἰσὶν ὧν εἶπον, ἀλλ εἰκότως ἂν περὶ νίκης μόνης γίγνοιντο, ἡ δὲ ἀναίρεσις τοῖς φύσει πολεμίοις ἂν ὀφείλοιτο, τοῖς βαρβάροις, ὅστις ἑλληνίζειν οἶδεν οὐ μόνον τοῖς ῥήμασιν, ἀλλὰ καὶ τῇ γνώμῃ, συμφήσειεν ἄν.
(아리스티데스, 아일리오스, 연설, Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης 5:3)
τὸ μὲν γὰρ ἕτερον κακοῦ τινὸς ἀναίρεσίς ἐστιν, αἱ τοιαῦται δὲ πράξεις τοὐναντίον:
(아리스토텔레스, 정치학, Book 7 209:1)
Φαινίας δὲ ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας Σκόπα φησὶ τὸν Κρέοντος μὲν υἱόν, Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον οὕτως οἴκαδε ἀπιέναι.
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 51 1:1)
πρῶτον μὲν τοίνυν εἰρήνη γέγονεν αὐτοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις ἤδη τῷ πολέμῳ καὶ ἡττωμένοις, εἶτα τῶν ἐχθρῶν Φωκέων ἄρδην ὄλεθρος καὶ ὅλων τῶν τειχῶν καὶ τῶν πόλεων ἀναίρεσις.
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 183:2)
Πείθωνος ὑπ Ἀντιγόνου θάνατος καὶ τῶν δι αὐτὸν ἀποστάντων εἰς τὴν Μηδίαν ἀναίρεσις.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter pr35)
Ἡρακλέους ἀναίρεσις ὑπὸ Πολυπέρχοντος.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter pr15)
Κλεοπάτρας ἐν Σάρδεσιν ἀναίρεσις.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter pr29)
ἐμβολὴ εἰς τὴν Ἰνδικὴν καὶ ἀναίρεσις ἄρδην τοῦ πρώτου ἔθνους πρὸς κατάπληξιν τῶν ἄλλων.
(디오도로스 시켈로스, Library, book xvii, τῶν Διοδώρου βύβλων τῆς ἑπτακαιδεκάτης εἰς δύο διῃρημένης ἡ πρώτη περιέχει τάδε.42)
ὡς δὲ ἠκούσθη τοῖς Παλαιστίνοις ἡ τῆς φρουρᾶς ἀναίρεσις ἀγανακτήσαντες καὶ δεινὴν ὕβριν τὴν καταφρόνησιν ἡγησάμενοι στρατεύουσιν ἐπὶ τοὺς Ιοὐδαίους πεζῶν μὲν τριάκοντα μυριάσιν ἁρ´μασι δὲ τρισμυρίοις, ἵππον δὲ ἑξακισχιλίαν ἐπήγοντο:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 129:1)
"ἦν οὖν ὁ περὶ τοῦ ὄντος ὡς ἓν εἰή λόγος οὐκ ἀναίρεσις τῶν πολλῶν καὶ αἰσθητῶν, ἀλλὰ δήλωσις αὐτῶν τῆς πρὸς τὸ νοητὸν διαφορᾶς:
(플루타르코스, Adversus Colotem, section 1317)
εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις.
(플루타르코스, An virtus doceri possit, section 22)
εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις.
(플루타르코스, An virtus doceri possit, section 23)
"ἐπεὶ δὲ τὸ εἶδος οὐκ ἀναίρεσίς ἐστι τῆς ὕλης ἀλλὰ μορφὴ καὶ τάξις ὑποκειμένης, ἀνάγκη καὶ τῷ ἀριθμῷ τὰς ἀρχὰς ἐνυπάρχειν ἀμφοτέρας, ὅθεν ἡ πρώτη καὶ μεγίστη διαφορὰ καὶ ἀνομοιότης γέγονεν.?
(플루타르코스, De defectu oraculorum, section 355)

SEARCH

MENU NAVIGATION