- 문장 내 검색

헬라어 문장 내 검색 Language

Γενομένης δὲ τῆς τροπῆς λαμπρᾶς ὁ Καῖσαρ ἑτέρωθεν ἦγεν ἄλλον στρατόν, οὕτω δή τι καὶ τοῦτον περίφοβον, ὡς Πομπηίου μακρόθεν ἐπιφανέντος μήτε στῆναι περὶ τὰς πύλας ὄντας ἤδη μήτε ἐσελθεῖν ἐν κόσμῳ μήτε πεισθῆναι τοῖς προστάγμασιν, ἀλλὰ φεύγειν ἕκαστον, ὅπῃ τύχοιεν, ἀμεταστρεπτὶ χωρὶς αἰδοῦς καὶ παραγγέλματος καὶ λογισμοῦ.?
(아피아노스, The Civil Wars, book 2, chapter 9 6:1)
ἐν δὲ ταῖς φροντίσι καὶ πόνοις ὁ μὲν Κάσσιος ἀμεταστρεπτί, καθάπερ ἐς τὸν ἀγωνιστὴν οἱ μονομαχοῦντες, ἐς μόνον τὸν πόλεμον ἀφεώρα:
(아피아노스, The Civil Wars, book 4, chapter 17 4:10)
ὡς δὲ παρήγγειλεν ὁ Σκιπίων ἀμεταστρεπτὶ διώκειν αὐτούς, τὰ δόρατα προβαλόντας, οὐκ ἔχοντες ἀναστροφὴν οἱ Νομάδες κατέφυγον ἐς τὸ στρατόπεδον.
(아피아노스, The Foreign Wars, chapter 5 2:6)
γενομένης δ ὁμοῦ πεζομαχίας τε καὶ ἱππομαχίας, οἱ μὲν ἱππεῖς οἱ τῶν Ῥωμαίων ἐκράτουν ὑπὸ τῆς αὐτῆς μηχανῆς, ἀμεταστρεπτὶ τοὺς Νομάδας διώκοντες, ὑποχωρεῖν εἰθισμένους καὶ ἐπελαύνειν:
(아피아노스, The Foreign Wars, chapter 5 4:2)
αὐτὸς δ ὁ βασιλεὺς ἀπὸ μὲν τῆς πρώτης τροπῆς μετὰ πεντακοσίων ἱππέων ἐς Ἐλάτειαν ἀμεταστρεπτὶ διέδραμεν, ἀπὸ δ Ἐλατείας ἐς Χαλκίδα καὶ ἐς Ἔφεσον μετ Εὐβοίας τῆς νεογάμου ῾τοῦτο γὰρ αὐτὴν ὠνόμαζεν᾿ ἐπὶ τῶν νεῶν ἔφυγεν, οὐδὲ τούτων ἁπασῶν:
(아피아노스, The Foreign Wars, chapter 4 4:2)
ὡς δὲ κατεῖδε τὴν ἧτταν καὶ τὸ πεδίον ἅπαν νεκρῶν ἰδίων πλῆρες, ἀνδρῶν τε καὶ ἵππων καὶ ἐλεφάντων, τό τε στρατόπεδον εἰλημμένον ἤδη κατὰ κράτος, τότε δὴ καὶ ὁ Ἀντίοχος ἔφυγεν ἀμεταστρεπτί, καὶ μέχρι μέσων νυκτῶν ἐς Σάρδεις παρῆλθεν.
(아피아노스, The Foreign Wars, chapter 6 9:6)
ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 17 1:1)
ἕνα δὲ καὶ αὐτὸς εἶδον, ὃς καὶ γευσάμενος τῶν παρ ἐκείνοις κακῶν, ἐπειδὴ τάχιστα λόγων ἀληθῶν ἐπήκουσεν, ἀμεταστρεπτὶ φεύγων ὡς αὐτὸν ἀφίκετο καὶ δῆλος ἦν ῥᾷον διακείμενος.
(루키아노스, Nigrinus, Nigrinou Fiaosofia 28:3)
τὰς δὲ τῶν κακῶν συνουσίας φεῦγε ἀμεταστρεπτί.
(플라톤, Laws, book 9 9:1)
ἐντεῦθεν δὲ δὴ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς ἀνάγκης ἰέναι θρόνον, καὶ δι ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον διὰ καύματός τε καὶ πνίγους δεινοῦ:
(플라톤, Republic, book 10 476:3)
οὐ γὰρ ἄξιον, ἔφη, ὁπότε γε πάντες εἰδότες ὅτι γελωτοποιός εἰμι, ὅταν μέν τι ἀγαθὸν ἔχωσι, παρακαλοῦσί με ἐπὶ ταῦτα προθύμως, ὅταν δέ τι κακὸν λάβωσι, φεύγουσιν ἀμεταστρεπτί, φοβούμενοι μὴ καὶ ἄκοντες γελάσωσι·
(크세노폰, Works on Socrates, Συμπόσιον?, chapter 4 51:3)

SEARCH

MENU NAVIGATION