- 문장 내 검색

헬라어 문장 내 검색 Language

ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν εἵσω δώσω τ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.?
(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 48:9)
ἐντεῦθεν ἐπὶ τὴν θήραν τοῦ Καλυδωνίου κάπρου μετ Εὐρυτίωνος ἐλθών, προέμενος ἐπὶ τὸν σῦν ἀκόντιον Εὐρυτίωνος τυγχάνει καὶ κτείνει τοῦτον ἄκων.
(아폴로도로스, Library and Epitome, book 3, chapter 13 2:1)
ἔχοντος οὖν αὐτοῦ κύνα ταχὺν <καὶ> ἀκόντιον ἰθυβόλον, ἐπὶ τούτοις Πρόκρις, δοῦσα τὴν Κιρκαίαν πιεῖν ῥίζαν πρὸς τὸ μηδὲν βλάψαι, συνευνάζεται.
(아폴로도로스, Library and Epitome, book 3, chapter 15 1:8)
κἀνταῦθα τῶν μὲν συμπλεκομένων σφίσι κρατοῦντες, τοξευόμενοι δὲ χαλεπῶς καὶ οὐδὲν ἔχοντες αὐτοὶ τόξον ἢ ἀκόντιον, παρὰ τὸ Σαρπηδόνειον, ἵνα μὴ κυκλωθεῖεν, διέδραμον.
(아피아노스, The Civil Wars, book 4, chapter 10 4:5)
ἁπλῶς ἐγκλίναντες ἐπὶ δόρυ καὶ παρὰ τὸ βῆμα παρελάσαντες τοὺς ἵππους ἀπαλλάσσονται, ἀλλ᾿ οἱ ὀξύτατοι αὐτῶν ἐς τὸ ἔργον ὑπολείπονταί σφισιν ἓν ἕκαστος ἀκόντιον, οἱ δὲ ἄκροι καὶ δύο.
(아리아노스, chapter 39 2:1)
τοιοῦτοὶ τινὲς εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ.
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 541)
ἐς κύλικα μεγάλην κεραμίνην οἶνον ἐγχέαντες αἷμα συμμίσγουσι τῶν τὸ ὁρ´κιον ταμνομένων, τύψαντες ὑπέατι ἡ ἐπιταμόντες μαχαίρῃ σμικρὸν τοῦ σώματος, καὶ ἔπειτα ἀποβάψαντες ἐς τὴν κύλικα ἀκινάκην καὶ ὀιστοὺς καὶ σάγαριν καὶ ἀκόντιον:
(헤로도토스, The Histories, book 4, chapter 70 2:2)
ὡς δὲ ὁ πατὴρ ἦλθε τοῦ παιδός, τὸν δράκοντα ἐπιβουλεῦσαι τῷ παιδὶ ἐλπίζων ἀφίησι τὸ ἀκόντιον, καὶ ἐκεῖνόν τε καὶ ὁμοῦ τῷ δράκοντι τὸν παῖδα ἀπέκτεινε:
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 33 17:1)
Παρρασίων <δὲ> Λυκοσουρεῖς Θωκνεῖς Τραπεζούντιοι Προσεῖς Ἀκακήσιον Ἀκόντι<ον> Μακαρία Δασέα:
(파우사니아스, Description of Greece, Ἀρκαδικά, chapter 27 6:2)
Κῦρος δ ἐπ αὐτὸν ἐξακοντίσας διὰ τοῦ θώρακος ἔτρωσε τὸ στῆθος, ὅσον ἐνδῦναι δύο δακτύλους τὸ ἀκόντιον, πεσεῖν δὲ αὐτὸν ὑπὸ τῆς πληγῆς ἀπὸ τοῦ ἵππου.
(플루타르코스, Artaxerxes, chapter 11 2:1)
πεντάθλου γάρ τινος ἀκοντίῳ πατάξαντος Ἐπίτιμον τὸν Φαρσάλιον ἀκουσίως καὶ κατακτείναντος, ἡμέραν ὅλην ἀναλῶσαι μετὰ Πρωταγόρου διαποροῦντα πότερον τὸ ἀκόντιον ἢ τὸν βαλόντα μᾶλλον ἢ τοὺς ἀγωνοθέτας κατὰ τὸν ὀρθότατον λόγον αἰτίους χρὴ τοῦ πάθους ἡγεῖσθαι.
(플루타르코스, Περικλῆς, chapter 36 3:1)
ἧς γὰρ ἐκτήσατο χώρας τοῖς πολίταις γῆν ὅσην ἐθέλοι λαβεῖν κελευσθεὶς ἔλαβε τοσαύτην, ὅσην ἐπῆλθε τὸ ἀκόντιον αὐτοῦ βαλόντος:
(플루타르코스, Praecepta gerendae reipublicae, chapter, section 27 14:1)
πάντων δὲ ἀπαγορευσάντων, καθ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε, διδάσκων ἐκείνους, ὅτι συνεστῶτες ἰσχυροὶ διαμενοῦσιν, ἀσθενεῖς δ ἔσονται διαλυθέντες καὶ στασιάσαντες.
(플루타르코스, Regum et imperatorum apophthegmata, Σκιλούρου, section 12)
πάντων δὲ ἀπαγορευσάντων, καθ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε:
(플루타르코스, Regum et imperatorum apophthegmata, Σχιλούρου, section 12)
δόξαν δὲ τὴν ἑαυτοῦ τάξιν ἀναλαμβάνειν, Μουρήνᾳ μὲν ἀρωγὸν ἔπεμψεν Ὁρτήσιον ἔχοντα τέσσαρας σπείρας, αὐτὸς δὲ τὴν πέμπτην ἕπεσθαι κελεύσας ἐπὶ τὸ δεξιὸν ἠπείγετο καὶ καθ ἑαυτὸ μὲν ἀξιομάχως ἤδη τῷ Ἀρχελάῳ συνεστηκός, ἐκείνου δὲ ἐπιφανέντος παντάπασιν ἐξεβιάσαντο, καὶ κρατήσαντες ἐδίωκον πρός τε τὸν ποταμὸν καὶ τὸ Ἀκόντιον ὄρος προτροπάδην φεύγοντας, οὐ μὴν ὅ γε Σύλλας ἠμέλησε Μουρήνα κινδυνεύοντος, ἀλλὰ ὡρ´μησε τοῖς ἐκεῖ βοηθεῖν ἰδὼν δὲ νικῶντας, τότε τῆς διώξεως μετεῖχε.?
(플루타르코스, Sulla, chapter 19 3:1)

SEARCH

MENU NAVIGATION