- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἢν δὲ ἐς τὸ ζῆν ἔτι διαρκέῃ, τῆς ἀναπνοῆς, εἰ καὶ κακῆς, συντελουμένης δ οὖν , ἐς τὸ πρόσθεν οὐ τοξοῦνται μόνον, ἀλλὰ καὶ σφαιροῦνται, ὡς τὴν κεφαλὴν ἐπὶ τοῖσι γούνασι ἔχειν, καὶ τὰ σκέλεα καὶ τὰ νῶτα ἐς τὸ πρόσθεν κεκλάσθαι, ὡς δοκέειν ἐς ἰγνύην κατὰ γόνυ τὸ ἄρθρον ἐξῶσθαι.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ι. Περὶ Πλευρίτιδος.49)
καὶ γὰρ καὶ τοῖσί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον ἡ γένυς παρήχθη· ἵλλωσις τοῦ ὀφθαλμοῦ τοῦ σιναροῦ μήλου, ξὺν τῇ ὑποκοιλίδι παλμός· πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον· ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον· ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.132)
πᾶσαν γὰρ ὀστέων ξυμβολὴν νέμεται ἡ νοῦσος, ὅκως ποδὸς ἢ χειρὸς ἄρθρον.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.328)
ὀνομάζουσι δὲ θέρμην τήνδε· ἢν δὲ ὁ πόνος ἐν τοῖσι νεύροισι εἴσω μίμνῃ, ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον, μηδὲ ἐποιδέῃ, ψυχρὴν τήνδε φαίην ἔμμεναι, ἐφ ἧς θερμῶν φαρμάκων ἐς ἀνάκλησιν θέρμης χρέος.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.332)
ἐκεῖνοι γὰρ ἰώμενοι Δαρεῖον τὸν Πέρσην, ὡς ἔτυχεν αὐτῷ πεσόντι ἀπὸ τοῦ ἵππου μεταχωρήσας ὁ ἀστράγαλος, οὐχ οἱοί῀ τε ἦσαν ἰᾶσθαι κατὰ τὴν αὑτῶν τέχνην, ἀλλ᾿ εἰς ἀγρυπνίας τε καὶ ἀλγηδόνας δεινὰς ἐνέβαλον αὐτόν, ἕλκοντες καὶ βιαζόμενοι τὸ ἄρθρον.
(디오, 크리소토모스, 연설 (2), speech 60 18:2)
οὐ γὰρ δήπου τὸν Περσῶν βασιλέα Δαρεῖον οὐκ ἂν ἔφης ἐλεύθερον εἶναι, ἐπειδὴ καταπεσὼν ἀπὸ τοῦ ἵππου ἐν κυνηγεσίοις, τοῦ ἀστραγάλου ἐκχωρήσαντος, ὑπήκουε τοῖς ἰατροῖς ἕλκουσι καὶ στρεβλοῦσιν αὐτοῦ τὸν πόδα, ὅπως καταστήσεται τὸ ἄρθρον, καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις:
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ ΚΑΙ ΕΛΕΥΘΕΡΙΑΣ Α. 13:2)
ἐκ τούτου γὰρ ἐκλέγοντες τὰς ἐγχύλους καὶ προσφάτους τῶν ἀκανθῶν διαιροῦσι κατ ἄρθρον, καὶ τὰς μὲν αὐτόθεν τοῖς ὀδοῦσι κατεργάζονται, τὰς δὲ σκληρὰς λίθοις θραύοντες καὶ προϋπεργαζόμενοι κατεσθίουσι, παραπλησίαν διάθεσιν ἔχοντες τοῖς φωλεύουσι τῶν θηρίων.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 16 7:1)
Τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε, ὥς φησι Διογένης τ ἐν τῷ Περὶ φωνῆς καὶ Χρύσιππος, ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον:
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 57:7)
ἄρθρον δέ ἐστι στοιχεῖον λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς, οἱο῀ν Ὁ, Ἡ, Τό, Οἱ, Αἱ, Τά.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 58:5)
τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλ εἰς ἅπαντα τὰ μέλη τοῦ σώματος ἀφορήτους καὶ δεινὰς ἐμβαλεῖν ἀλγηδόνας, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεως τῆς ἐσχάτης δύνασθαι κινεῖν.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 68 10:1)
προθεὶς γὰρ ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ ἡσυχίαν οὐ ψέγεται, ἔπειτα συνάψας τῷ ἑνικῷ καὶ κατὰ τὴν ὀρθὴν ἐξενηνεγμένῳ πτῶσιν τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα ἐπιζεύγνσι τούτοις ἑνικὸν καὶ κατὰ τὴν γενικὴν ἐσχηματισμένον πτῶσιν, εἴ τε ἄρθρον δεικτικὸν βούλεταί τις αὐτὸ καλεῖν εἴ τε ἀντονομασίαν, τὸ αὐτοῦ:
(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 37 1:7)
διὰ ταύτας δὴ τὰς προφάσιας τὰ εἴδεα ἀπηλλαγμένα τῶν λοιπῶν ἀνθρώπων ἔχουσιν οἱ Φασιηνοί‧ τά τε γὰρ μεγέθεα μεγάλοι, τὰ πάχεα δ ὑπερπάχητες, ἄρθρον τε κατάδηλον οὐδὲν οὐδὲ φλέψ‧ τήν τε χροιὴν ὠχρὴν ἔχουσιν ὥσπερ ὑπὸ ἰκτέρου ἐχόμενοι‧ φθέγγονταί τε βαρύτατον ἀνθρώπων, τῷ ἠέρι χρεώμενοι οὐ λαμπρῷ, ἀλλὰ νοτώδει καὶ θολερῷ‧ πρός τε τὸ ταλαιπωρεῖν τὸ σῶμα ἀργότεροι πεφύκασιν.
(히포크라테스, Hippocrates Collected Works I, ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ, xv.7)
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν Ῥινῶν Ῥέειν‧ κἢν μὲν πουλὺ Ῥυῇ, λύσιν σημαίνει τῆς νούσου‧ ἢν δὲ μὴ, μακρήν‧ ὁκόσῳ δ ἂν ἔλασσον Ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες‧ ἢν δὲ τἄλλα Ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα‧ ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληϊ῀δα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι‧ σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη‧ ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ‧ αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ., 10.3)
Ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθάνον, τὸν ἐς τὴν μασχάλην‧ ἄνω δὲ οὐδέποτε εἶδον, οὐδὲ ἐς τὸ ἔξω‧ οὐ μέντοι διισχυριείω ἔγωγε, εἰ ὀλισθάνοι ἂν, ἢ οὒ, καίπερ ἔχων περὶ αὐτοῦ ὅ τι λέγω.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 1.1)
Τοῖσι μέντοι ἰητροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθάνειν, καὶ μάλιστα ἐξαπατέονται ἐν τουτέοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ τὸ ἄρθρον τε καὶ τὸν βραχίονα‧ φαίνεται γὰρ ἐν τοῖσι τοιουτέοισι παντάπασιν ἡ κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ?, 1.3)

SEARCH

MENU NAVIGATION