살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 텍스트
헬라어 텍스트
문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
- 문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
헬라어 문장 내 검색
Language
English
한국어
헬라어로 검색
한국어로 검색
ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ
ἄλγημα
, καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν.
?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian.,
ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ
,
Κεφ. ις. Περὶ Καχεξίης.
8)
Τοῖσι δὲ καὶ τὰ δεξιὰ μοῦνον, ἢ τὰ λαιὰ μοῦνον, ἐς ὅσον ὁρίζων κρόταφος, ἢ ὦς, ἢ καὶ ὀφρὺς μία, ἢ ὀφθαλμὸς εἷς, ἢ Ῥὶς μέσφι μέσου ἐς ἶσα τέμνει, ἐπέκεινα δὲ τὸ
ἄλγημα
οὐ περῇ ἀλλ ἐν ἡμίσεϊ μίμνει τῷ τῆς κεφαλῆς χωρίῳ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian.,
ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ
,
Κεφ. ις. Περὶ Καχεξίης.
12)
ἄλλοτε δὲ ἐπὶ τῇ κοτύλῃ τὸ
ἄλγημα
φαίνεται, αὖθις ἐς γλουτὸν ἢ ὀσφὺν ὀκέλλει, καὶ πάντα μᾶλλόν ἐστιν ἢ δόκησις ἰσχίου.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian.,
ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ
,
Κεφ. ιγ. Περὶ Ἐλέφαντος.
317)
μετεξετέροισι δὲ καὶ τὸ
ἄλγημα
καὶ ἡ φλεγμασίη ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι· τὸ δέ ἐστι τῶν ἔνδον αὔξησις.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON,
Κεφ. ι. Θεραπεία Πλευρίτιδος.
354)
ἐλουσάμην τε εἰς ἑσπέραν, καὶ ἅμα τῷ ὄρθρῳ τὸ ἦτρον ἤλγουν, καὶ ἐπεχώρει τὸ
ἄλγημα
ἐπὶ δεξιᾷ καὶ μέχρι βουβῶνος κάτω.
(아리스티데스, 아일리오스, 연설,
Ιἑροὶ λόγοι α#
3:12)
τὸ γὰρ
ἄλγημα
τοῦ νεφροῦ ἐστι καὶ ἡ ἀσιτία δὲ, ἔφη, νόθος τις ἔξοδός ἐστι τοῦ πυρὸς διὰ τοῦ στήθους διεξιοῦσα.
(아리스티데스, 아일리오스, 연설,
Ιἑροὶ λόγοι α#
14:2)
φυσικὰς δὲ οὐκ ἀναγκαίας δὲ τὰς ποικιλλούσας μόνον τὴν ἡδονήν, μὴ ὑπεξαιρουμένας δὲ τὸ
ἄλγημα
, ὡς πολυτελῆ σιτία:
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, I, EPIKOUROS 149:6)
ἄγγελον τοῦτον εὐθὺς ἐνόησεν κακῶν εἶναι τὸν καί ποτε τῶν ἀγαθῶν γενόμενον, καὶ διακάρδιον ἔσχεν ὀδύνην, ἄθρουν δ αὐτῷ τῆς κοιλίας προσέφυσεν
ἄλγημα
μετὰ σφοδρότητος ἀρξάμενον.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 19 403:3)
Χρέεσθαι δὲ ποτῷ, ἢν μὲν
ἄλγημά
τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος μὲν θερμῷ, θέρεος δὲ, ψυχρῷ‧ ἢν δὲ πολλὴ δίψα ᾖ, μελικρήτῳ καὶ ὕδατι.
(히포크라테스, Oeuvres Completes D'Hippocrate.,
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ
, 6.3)
Ἔπειτα, ἢν μὲν
ἄλγημά
τι ἐνῇ, ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ Ῥόφημα μήτε πουλὺ μήτε παχὺ, μετὰ δὲ τὴν ἑβδόμην, ἢν ἰσχύῃ.
(히포크라테스, Oeuvres Completes D'Hippocrate.,
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ
, 6.4)
Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ
ἄλγημα
, ἐς δὲ τὴν κληϊ῀δα μὴ σημαίνῃ, μαλθάσσειν δεῖ τὴν κοιλίην, ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄννησον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου‧ ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά ἐστιν.
(히포크라테스, Oeuvres Completes D'Hippocrate.,
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ
, 7.8)
παχέων καὶ λείων ὑφισταμένων, κἢν ἀπόστημά που γένηται‧ ἢν δ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῬωστίης, ἢ ἰσχίων ἢ σκελέων
ἄλγημα
ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.
(히포크라테스, Oeuvres Completes D'Hippocrate.,
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.
, 1.7)
Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ Ῥινῶν Ῥυῇ, ἢ ἀπόστημα περὶ τράχηλον γένηται, ἢ σκελέων
ἄλγημα
, καὶ πτύσματα παχέα πτύσῃ ῾ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίγνεται, ἢ ἰσχίου ὀδύνη, ἢ αἰδοίου πελίωμἀ, οὐ κρίνεται‧ καὶ ὄρχις ἐνταθεὶς κριτικόν.
(히포크라테스, Oeuvres Completes D'Hippocrate.,
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.
, 1.10)
Τὰ δὲ περιπλευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι‧ ἢν ὀξύς ὁ πυρετὸς ᾖ, καὶ τὰ ὀδυνήματα τοῦ ἑτέρου πλευροῦ ἢ ἀμφοτέρων, καὶ τοῦ πνεύματος δὲ ἀναφερομένου ἢν πονέῃ, καὶ βῆχες ἐνέωσι, καὶ πτύσματα πτύῃ πυῤῬὰ ἢ πελιὰ, ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ, καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα, τούτοισιν οὕτω χρὴ διάγειν‧ ἢν μὲν ἡ ὀδύνη ἄνω περαίνῃ πρὸς κληϊ῀δα ἢ περὶ μαζὸν ἢ περὶ βραχίονα, τάμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν ἔσω, ἐφ ὁκότερον ἂν ᾖ τῶν μερέων κατὰ τόδε‧ ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὡρ´ην καὶ ἡλικίην καὶ χροιὴν πλεῖον, καὶ θαρσέων, ἢν ὀξὺ τὸ
ἄλγημα
ᾖ, ἄγειν πρὸς λειποψυχίην‧ ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο.
(히포크라테스, Oeuvres Completes D'Hippocrate.,
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.
, 11.1)
Ἢν δὲ ὑποκάτω τοῦ θώρηκος ᾖ τὸ
ἄλγημα
, καὶ ξυντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε‧ μεσηγὺ δὲ τῆς καθάρσιος μηδὲν δίδου‧ μετὰ κάθαρσιν δὲ ὀξύμελι‧ φαρμακεύειν δὲ τεταρταῖον‧ τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν, καὶ ἢν μὴ κουφίζῃ, οὕτως ὑποκάθαιρε‧ φυλακὴ δὲ ἔστω ἑώς ἀπυρέτου καὶ ἑβδόμης‧ ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, ξὺν μέλιτι μίσγων δίδου‧ ἢν δὲ ἀνάγηται Ῥηϊδίως, καὶ εὔπνοος ᾖ καὶ ἀνώδυνος τὰ πλευρὰ, καὶ ἀπύρετος, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι, καὶ δὶς τῆς ἡμέρης‧ ἢν δὲ μὴ Ῥηϊδίως ἀπαλλάσσῃ, ἔλασσόν τε τὸ πόμα, καὶ τὸ Ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν, καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὡρ´ῃ βέλτιον διάγῃ‧ γνώσῃ δὲ ἐκ τῶν οὔρων.
(히포크라테스, Oeuvres Completes D'Hippocrate.,
ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.
?
, 11.2)
1
/
0
페이지
SEARCH
MENU NAVIGATION
살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 보기 모드
X
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
To Top