- 문장 내 검색

헬라어 문장 내 검색 Language

"βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, βαρεῖα δ, εἰ τέκνον δαΐ- ξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισιν ῥείθροις πατρῴους χέρας πέλας βωμοῦ:?
(아이스킬로스, 아가멤논, choral, antistrophe 4 1:2)
πάραυτα δ ἐλθεῖν ἐς Ἰλίου πόλιν λέγοιμ ἂν φρόνημα μὲν νηνέμου γαλάνας, ἀκασκαῖον <δ> ἄγαλμα πλούτου, μαλθακὸν ὀμμάτων βέλος, δηξίθυμον ἔρωτος ἄνθος.
(아이스킬로스, 아가멤논, choral, strophe 3 1:1)
δέξομαι Παλλάδος ξυνοικίαν, οὐδ ἀτιμάσω πόλιν, τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε φρούριον θεῶν νέμει, ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων:
(아이스킬로스, 에우메니데스, choral, strophe 11)
εἴθ εἶχε φωνὴν εὔφρον ἀγγέλου δίκην, ὅπως δίφροντις οὖσα μὴ κινυσσόμην, ἀλλ εὖ σαφήνει τόνδ ἀποπτύσαι πλόκον, εἴπερ γ ἀπ ἐχθροῦ κρατὸς ἦν τετμημένος, ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
(아이스킬로스, Libation Bearers, episode 8:2)
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα ζεύγλαισι δουλεύοντα σάγμασὶν θ, ὅπως θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοινθ , ὑφ ἁρ´μα τ ἤγαγον φιληνίους ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
(아이스킬로스, 결박된 프로메테우스, episode 2:2)
ἱδρύσατο δὲ ἄγαλμα Δήμητρος, ἣν ἐκάλεσαν Ἶσιν Αἰγύπτιοι, καὶ τὴν Ιὢ Ἶσιν ὁμοίως προσηγόρευσαν.
(아폴로도로스, Library and Epitome, book 2, chapter 1 3:17)
προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς Λινδίας ἄγαλμα Ἀθηνᾶς ἱδρύσατο.
(아폴로도로스, Library and Epitome, book 2, chapter 1 4:9)
ἀρχομένης δὲ τῆς ἡμέρας ἑτέρους ἀκμῆτας ἐκάλει τετρακισχιλίους, οἳ ἐσιόντες ἱερὸν Ἀπόλλωνος, οὗ τό τε ἄγαλμα κατάχρυσον ἦν καὶ δῶμα αὐτῷ χρυσήλατον ἀπὸ χιλίων ταλάντων σταθμοῦ περιέκειτο, ἐσύλων καὶ ταῖς μαχαίραις ἔκοπτον, ἀμελήσαντες τῶν ἐφεστώτων, ἑώς ἐμερίσαντο καὶ ἐπὶ τὸ ἔργον ἐτράποντο.
(아피아노스, The Foreign Wars, chapter 19 1:6)
ἡ μὲν δὴ χείρονα τῶν ἐπὶ Ἀγαμέμνονος παθοῦσα ὑπὸ συγγενοῦς διωλώλει, καὶ οἰκόπεδον οὐδὲν αὐτῆς οὐδ ἱερὸν οὐδ ἄγαλμα ἔτι ἦν:
(아피아노스, The Foreign Wars, chapter 8 2:10)
ἄγαλμα δ ἄν τις ἔφησε τῆς Αἰδοῦς αὐτὸν εἶναι, ᾧ γε τὰ μὲν πολλὰ σιωπᾶν ἐξήρκει, εἰ δέ τι φθέγγοιτο, ἔδει φλέγεσθαι.
(아리스티데스, 아일리오스, 연설, εἰς Ἐτεωνέα ἐπικήδειος 3:9)
ἀνθ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 89:3)
ὥσπερ δὲ ἄγαλμα ἀκριβῶς πεποικιλμένον πάντη περιιόντι θέαν ἔχει, οὕτω σοι τῇ πρότερον μὲν ὡραιοτάτῃ πόλεων, νυνὶ δ ἀωρίαν, περιῆν ἀφ ὅτου τις ἀεὶ θεωροίη.
(아리스티데스, 아일리오스, 연설, Μονῳδία ἐπὶ Σμύρνῃ 2:5)
ὦ γῆς ἄγαλμα, ὦ θέατρον τῆς Ἑλλάδος, ὦ Νυμφῶν καὶ Χαρίτων ὕφασμα.
(아리스티데스, 아일리오스, 연설, Μονῳδία ἐπὶ Σμύρνῃ 3:8)
προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι α# 4:7)
αὐτὸς δὲ ἐν τῷ προνάῳ γενόμενος ὁρῶ τὸν νεὼν Πλάτωνος ὄντα τοῦ φιλοσόφου, καὶ τὸ ἄγαλμα ἐκείνου μέγα καὶ καλὸν ἑστηκὸς, ἐκ δεξιᾶς δ αὐτοῦ οὐκ οἶδ ὅστις εἱστήκει.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε#? 14:11)

SEARCH

MENU NAVIGATION