- 문장 내 검색

헬라어 문장 내 검색 Language

Πλάτων τε ἐν Εὁρταῖς φησιν ἐξιόντι γὰρ ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας, ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἐ`ν γ ἐμοί, σὺ δέ μοι εἰπέ, ὦ Θετταλὸν πάλαισμα Μυρτίλε, διὰ τί οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται.?
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 80 2:1)
ι εἶθ ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐπὶ μὲν παγούροις τοῖς ὁ θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὑρ´ηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ συναρπάσομαι·
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 1083)
ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι:
(헤로도토스, The Histories, book 3, chapter 42 2:2)
ὃ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἠιέ ἐς τὰ οἰκία, τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα.
(헤로도토스, The Histories, book 3, chapter 42 4:1)
αὐτὰρ ἐπ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος:
(헤시오도스, 헤라클레스의 방패, Book Sh. 22:5)
ὡς δ ὅτ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ἀσπαίροντα δ ἔπειτα λαβὼν ἔρριψε θύραζε, ὣς οἵ γ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας:
(호메로스, 오디세이아, Book 12 26:10)
ἁλιεύς τις ἐμοὶ γένοιτο ἢ ναύτης ἢ γεωργὸς ἰσότιμος κολακεύειν εἰδὼς μικρὰ καὶ κομίζων πολλά, οἱ δὲ τοὺς λόφους ἐπισείοντες οὗτοι καὶ τὰς μάχας διηγούμενοι, ψόφοι, ὦ Παρθενί.
(루키아노스, Dialogi meretricii, Κοχλὶς καὶ Παρθενὶς. 3:5)
καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς.
(루키아노스, Piscator, (no name) 47:5)
τέλος δὲ Ἐρυθραῖος ἄνθρωπος, ᾧ βίος μὲν ἦν ἀπὸ θαλάσσης γεγονὼς καὶ ἄγρας ἰχθύων, διέφθαρτο δὲ ὑπὸ νόσου τοὺς ὀφθαλμούς, ὄνομα δέ οἱ Φορμίων ἦν, οὗτος ὁ ἁλιεὺς εἶδεν ὄψιν ὀνείρατος ὡς τὰς Ἐρυθραίων γυναῖκας ἀποκείρασθαι δέοι τὰς κόμας καὶ οὕτω τοὺς ἄνδρας πλεξαμένους κάλον ἐκ τῶν τριχῶν τὴν σχεδίαν παρὰ σφᾶς κατάξειν.
(파우사니아스, Description of Greece, Ἀχαικά, chapter 5 11:1)
ὁ δὲ καλούμενος ἁλιεὺς·?
(플루타르코스, De sollertia animalium, chapter, section 27 6:1)

SEARCH

MENU NAVIGATION