살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 텍스트
헬라어 텍스트
문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
- 문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
헬라어 문장 내 검색
Language
English
한국어
헬라어로 검색
한국어로 검색
ἐννέα δὲ ἐτῶν γενόμενοι, καὶ τὸ μὲν πλάτος πηχῶν ἔχοντες ἐννέα τὸ δὲ μέγεθος ὀργυιῶν ἐννέα, πρὸς θεοὺς μάχεσθαι διενοοῦντο, καὶ τὴν μὲν Ὄσσαν ἐπὶ τὸν Ὄλυμπον ἔθεσαν, ἐπὶ δὲ τὴν Ὄσσαν θέντες τὸ
Πήλιον
διὰ τῶν ὀρῶν τούτων ἠπείλουν εἰς οὐρανὸν ἀναβήσεσθαι, καὶ τὴν μὲν θάλασσαν χώσαντες τοῖς ὄρεσι ποιήσειν ἔλεγον ἤπειρον, τὴν δὲ γῆν θάλασσαν, ἐμνῶντο δὲ Ἐφιάλτης μὲν Ἥραν Ὦτος δὲ Ἄρτεμιν.
?
(아폴로도로스, Library and Epitome, book 1, chapter 7 4:8)
Ἄκαστος <δὲ> ἀκούσας κτεῖναι μὲν ὃν ἐκάθηρεν οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν ἐπὶ θήραν εἰς τὸ
Πήλιον
.
(아폴로도로스, Library and Epitome, book 3, chapter 13 3:6)
καὶ πρῶτον μὲν περὶ τὸ
Πήλιον
ναυπηγήσασθαι σκάφος, πολὺ τῷ μεγέθει καὶ τῇ λοιπῇ κατασκευῇ τὴν τότε συνήθειαν ὑπερβάλλον, διὰ τὸ σχεδίαις πλεῖν τοὺς τότε ἀνθρώπους καὶ μικροῖς παντελῶς ἀκατίοις.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 41 1:1)
Ἀπόλλωνα, περὶ τὸ
Πήλιον
τρεφομένης κόρης ὄνομα Κυρήνης κάλλει διαφερούσης, ἐρασθῆναι τῆς παρθένου, καὶ μετενεγκεῖν αὐτὴν τῆς Λιβύης εἰς ταύτην τὴν χώραν, ἐν ᾗ κατὰ τοὺς ὕστερον χρόνους τινὰ κτίσαντα πόλιν ἀπ ἐκείνης ὀνομάσαι Κυρήνην.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 81 1:4)
τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτ Ὄλυμπον ἔδραμεν, οὐκ Ὄσσῃ
Πήλιον
ἀνθέμενος, οὐδὲ τά γ Ἡρακλῆος ἀέθλεε:
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 29:3)
Νηρῇδες δ Εὐβοῖδας ἄκρας λιποῦσαι μόχθους ἀσπιστὰς ἀκμόνων Ἡφαίστου χρυσέων ἔφερον τευχέων, ἀνά τε
Πήλιον
ἀνά τε πρυ- μνὰς Ὄσσας ἱερᾶς νάπας Νυμφαίας σκοπιὰς κόρας μάτευς, ἔνθα πατὴρ ἱππότας τρέφεν Ἑλλάδι φῶς Θέτιδος εἰνάλιον γόνον ταχύπορον πόδ Ἀτρείδαις.
(에우리피데스, choral, antistrophe 11)
τίν ἄρ Ὑμέναιος διὰ λωτοῦ Λίβυος μετά τε φιλοχόρου κιθάρας συρίγγων θ ὑπὸ καλαμοες- σᾶν ἔστασεν ἰαχάν, ὅτ ἀνὰ
Πήλιον
αἱ καλλιπλόκαμοι δαιτὶ θεῶν ἔνι Πιερίδες χρυσεοσάνδαλον ἴχνος ἐν γᾷ κρούουσαι Πηλέως ἐς γάμον ἦλθον, μελῳδοῖς Θέτιν ἀχήμασι τόν τ Αἰακίδαν, Κενταύρων ἐν ὄρεσι κλέουσαι Πηλιάδα καθ ὕλαν.
(에우리피데스, Iphigenia in Aulis, choral, strophe 11)
τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν ἠῶ ἔχοντα τό τε
Πήλιον
ὄρος καὶ ἡ Ὄσσα ἀποκληίει συμμίσγοντα τὰς ὑπωρείας ἀλλήλοισι, τὰ δὲ πρὸς βορέω ἀνέμου Ὄλυμπος, τὰ δὲ πρὸς ἑσπέρην Πίνδος, τὰ δὲ πρὸς μεσαμβρίην τε καὶ ἄνεμον νότον ἡ Ὄθρυς:
(헤로도토스, The Histories, book 7, chapter 129 2:2)
ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐν ᾧ οὗτοι ἀριθμὸν ἐποιεῦντο τῶν νεῶν, ἦν γὰρ ἐν τῷ στρατοπέδῳ τούτῳ Σκυλλίης Σκιωναῖος δύτης τῶν τότε ἀνθρώπων ἄριστος, ὃς καὶ ἐν τῇ ναυηγίῃ τῇ κατὰ
Πήλιον
γενομένῃ πολλὰ μὲν ἔσωσε τῶν χρημάτων τοῖσι Πέρσῃσι, πολλὰ δὲ καὶ αὐτὸς περιεβάλετο:
(헤로도토스, The Histories, book 8, chapter 8 2:1)
πρὶν γὰρ ἢ καὶ ἀναπνεῦσαι σφέας ἔκ τε τῆς ναυηγίης καὶ τοῦ χειμῶνος τοῦ γενομένου κατὰ
Πήλιον
, ὑπέλαβε ναυμαχίη καρτερή, ἐκ δὲ τῆς ναυμαχίης ὄμβρος τε λάβρος καὶ ῥεύματα ἰσχυρὰ ἐς θάλασσαν ὁρμημένα βρονταί τε σκληραί.
(헤로도토스, The Histories, book 8, chapter 12 3:2)
Μαγνήτων δ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, οἳ περὶ Πηνειὸν καὶ
Πήλιον
εἰνοσίφυλλον ναίεσκον:
(호메로스, 일리아스, Book 2 77:1)
Ὄσσαν ἐπ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ Ὄσσῃ
Πήλιον
εἰνοσίφυλλον, ἵν οὐρανὸς ἀμβατὸς εἰή.
(호메로스, 오디세이아, Book 11 37:4)
Ὅμηρος ὁ ποιητής φησι τοὺς Ἀλωέως υἱέας, δύο καὶ αὐτοὺς ὄντας, ἔτι παῖδας ἐθελῆσαί ποτε τὴν Ὄσσαν ἐκ βάθρων ἀνασπάσαντας ἐπιθεῖναι τῷ Ὀλύμπῳ, εἶτα τὸ
Πήλιον
ἐπ αὐτῇ, ἱκανὴν ταύτην κλίμακα ἕξειν οἰομένους καὶ πρόσβασιν ἐπὶ τὸν οὐρανόν.
(루키아노스, Contemplantes, (no name) 3:10)
καὶ δυνησόμεθα, ὦ Ἑρμῆ, δύ ὄντες ἀναθέσθαι ἀράμενοι τὸ
Πήλιον
ἢ τὴν Ὄσσαν·
(루키아노스, Contemplantes, (no name) 4:1)
ὥστε ἀναμοχλεύωμεν τὴν Ὄσσαν πρῶτον, ὥσπερ ἡμῖν ὑφηγεῖται τὸ ἔπος καὶ ὁ ἀρχιτέκτων Ὅμηρος, αὐτὰρ ἐπ Ὄσσῃ
Πήλιον
εἰνοσίφυλλον.
?
(루키아노스, Contemplantes, (no name) 4:13)
1
/
0
페이지
SEARCH
MENU NAVIGATION
살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 보기 모드
X
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
To Top