- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὃ δὴ καὶ Φορμίων ὕστερον, ὡς ἐοίκε, μιμησάμενος Λακεδαιμονίους περὶ Ναύπακτον κατεναυμάχησεν.?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 98:8)
οὐκ Ἀχαιῶν Ναύπακτον ὀμώμοκεν Αἰτωλοῖς παραδώσειν·
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Γ 40:4)
ταύτην δὲ χειρωσάμενος καὶ πάσας τὰς ἐν τῇ Κεφαλληνίᾳ πόλεις προσαγαγόμενος, εἰς τὸ πέραν διέπλευσε καὶ κατῆρεν εἰς Ναύπακτον.
(디오도로스 시켈로스, Library, book xi, chapter 81 28:2)
πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι.
(디오도로스 시켈로스, Library, book xii, chapter 41 15:2)
Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον.
(디오도로스 시켈로스, Library, book xii, chapter 43 10:1)
οὗτος δὲ περιπλεύσας τὴν Πελοπόννησον εἰς Ναύπακτον κατῆρε, καὶ θαλαττοκρατῶν τοῦ Κρισαίου κόλπου διεκώλυσε ταύτῃ πλεῖν τοὺς Λακεδαιμονίους.
(디오도로스 시켈로스, Library, book xii, chapter 47 2:2)
οἱ δ Ἀθηναῖοι τρόπαιον στήσαντες καὶ τῷ Ποσειδῶνι περὶ τὸν πορθμὸν ναῦν καθιερώσαντες ἀπέπλευσαν εἰς πόλιν συμμαχίδα Ναύπακτον.
(디오도로스 시켈로스, Library, book xii, chapter 48 2:5)
τῶν δὲ Αἰτωλῶν συστραφέντων ἐπ αὐτὸν ἐγένετο μάχη, καθ ἣν Ἀθηναῖοι λειφθέντες εἰς Ναύπακτον ἀπεχώρησαν.
(디오도로스 시켈로스, Library, book xii, chapter 57 24:5)
οἱ δὲ Αἰτωλοὶ διὰ τὴν νίκην ἐπαρθέντες, καὶ προσλαβόμενοι Λακεδαιμονίων τρισχιλίους στρατιώτας, στρατεύσαντες ἐπὶ Ναύπακτον, κατοικούντων ἐν αὐτῇ τότε Μεσσηνίων, ἀπεκρούσθησαν.
(디오도로스 시켈로스, Library, book xii, chapter 57 25:1)
ὁ δὲ τῶν Ἀθηναίων στρατηγὸς Δημοσθένης εὐλαβούμενος μὴ καὶ τὴν Ναύπακτον ἐκπολιορκήσωσι, χιλίους ὁπλίτας ἐξ Ἀκαρνανίας μεταπεμψάμενος ἀπέστειλεν εἰς τὴν Ναύπακτον.
(디오도로스 시켈로스, Library, book xii, chapter 57 26:2)
Λακεδαιμόνιοι δὲ καταλελυκότες τοὺς πολέμους καὶ σχολὴν ἔχοντες ἐστράτευσαν ἐπὶ Μεσσηνίους, ὧν οἱ μὲν ἐν Κεφαλληνίᾳ φρούριόν τι κατῴκουν, οἱ δὲ Ναύπακτον ἐν τοῖς προσεσπερίοις λεγομένοις Λοκροῖς, δόντων Ἀθηναίων.
(디오도로스 시켈로스, Library, book xiv, chapter 34 3:1)
Ἐπαμεινώνδας δ ὁ Θηβαῖος μετὰ δυνάμεως ἐμβαλὼν εἰς Πελοπόννησον τοὺς Ἀχαιοὺς καί τινας ἄλλας πόλεις προσηγάγετο, Δύμην δὲ καὶ Ναύπακτον καὶ Καλυδῶνα φρουρουμένην ὑπ Ἀχαιῶν ἠλευθέρωσεν.
(디오도로스 시켈로스, Library, book xv, chapter 74 11:1)
ἐκεῖθεν δὲ ἄπεισιν ἐπὶ Ναύπακτον.
(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 9 4:3)
τὰ δέ μοι Ναυπακτίων, ὡς τοῖς ἐς Ἰθώμην ἀποστᾶσιν ὁμοῦ τῷ σεισμῷ τῷ ἐν Λακεδαίμονι Ἀθηναῖοι Ναύπακτον ἐνοικῆσαί σφισιν ἔδοσαν ἀφελόμενοι τοὺς Λοκροὺς καὶ ὡς τοῦ Ἀθηναίων ὕστερον πταίσματος τοῦ ἐν Αἰγὸς ποταμοῖς Λακεδαιμόνιοι τοὺς Μεσσηνίους ἐδίωξαν καὶ ἐκ τῆς Ναυπάκτου, τάδε μὲν ἐπεξῆλθέ μοι καὶ ἐς πλέον ἡ Μεσσηνία συγγραφή:
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 38 17:3)
ἐκλιπόντων δὲ ὑπὸ ἀνάγκης τῶν Μεσσηνίων, οὕτως οἱ Λοκροὶ συνελέγχθησαν αὖθις ἐς τὴν Ναύπακτον.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων?, chapter 38 17:4)

SEARCH

MENU NAVIGATION