- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ γὰρ ἐπὶ Ἁρπάγου τοῦ Μήδου, Κύρῳ τῷ μεγάλῳ στρατηγοῦντος, ὧδε σφᾶς ἀντὶ δουλοσύνης διέφθειραν, καὶ τάφος Ξανθίοις ἡ πόλις ἀνειληθεῖσιν ὑπὸ Ἁρπάγου τότε ἐγένετο:?
(아피아노스, The Civil Wars, book 4, chapter 10 6:7)
πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δ ἐπαγγελλομένου, ἐὰν μετ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα τὰ πάντων αἴσχιστ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 40:1)
ἐγὼ γοῦν ἀνδρὸς ἤκουσα Μήδου λέγοντος ὅτι οὐδὲν ὁμολογοῦσιν οἱ Πέρσαι τῶν παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ Δαρεῖον μέν φασιν ἐπὶ Νάξον καὶ Ἐρέτριαν πέμψαι τοὺς περὶ Δᾶτιν καὶ Ἀρταφέρνην, κἀκείνους ἑλόντας τὰς πόλεις ἀφικέσθαι παρὰ βασιλέα.
(디오, 크리소토모스, 연설, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. 186:2)
ὡς ἔσχατος Σαρδανάπαλλος ὁ βασιλεὺς διὰ τρυφὴν ἀπέβαλε τὴν ἀρχὴν ὑπὸ Ἀρβάκου τοῦ Μήδου.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter pr10)
κατὰ δὲ τοῦτον τὸν χρόνον Αἰήτην ἐκ τῆς βασιλείας ὑπὸ τἀδελφοῦ Πέρσου βιαίως ἐκπεπτωκότα τὴν ἀρχὴν ἀνακτήσασθαι, Μήδου τοῦ Μηδείας ἀνελόντος τὸν Πέρσην:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 56 1:2)
ὅτι Δᾶτις ὁ τῶν Περσῶν στρατηγός, Μῆδος ὢν τὸ γένος καὶ παρὰ τῶν προγόνων παρειληφὼς ὅτι Μήδου τοῦ συστησαμένου τὴν Μηδίαν Ἀθηναῖοι καθεστήκασιν ἀπόγονοι, ἀπέστειλε πρὸς τοὺς Ἀθηναίους δηλῶν ὡς πάρεστι μετὰ δυνάμεως ἀπαιτήσων τὴν ἀρχὴν τὴν προγονικήν:
(디오도로스 시켈로스, Library, fragmenta libri x, chapter 27 2:1)
ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεος ἐστὶ τοῦ Σαρδιηνοῦ, ἐὸν μέγα τε καὶ ψιλὸν διὰ δὲ αὐτοῦ ποταμοὶ ῥέοντες καὶ ἄλλοι καὶ Ὕλλος συρρηγνῦσι ἐς τὸν μέγιστον, καλεόμενον δὲ Ἕρμον, ὃς ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν, ἐνθαῦτα ὁ Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους, καταρρωδήσας τὴν ἵππον ἐποίησε Ἁρπάγου ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε:
(헤로도토스, The Histories, book 1, chapter 80 2:1)
ὁ δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης, τὸν εὑρ´ισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου, πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου.
(헤로도토스, The Histories, book 1, chapter 107 4:2)
ὅτε γε ἀρχόμεθα μὲν ἐόντες Πέρσαι ὑπὸ Μήδου ἀνδρὸς Μάγου, καὶ τούτου ὦτα οὐκ ἔχοντος.
(헤로도토스, The Histories, book 3, chapter 73 2:2)
αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι, κρεμάμεναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου, ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου.
(헤로도토스, The Histories, book 5, chapter 77 4:4)
καὶ τὸν μὲν τοῖς ἀποθανοῦσιν ἐποίησαν κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, τὸ δὲ Αἰσύμνιον καλούμενον μνῆμα ἦν καὶ τοῦτο ἡρώων.
(파우사니아스, Description of Greece, Ἀττικά, chapter 43 5:2)
ἐναυμάχησε δὲ καὶ ἐναντία τοῦ Μήδου ναῦν τε παρασκευασάμενος οἰκείαν καὶ Κροτωνιατῶν ὁπόσοι ἐπεδήμουν τῇ Ἑλλάδι ἀνεβίβασεν - τούτου ἐστὶν ἀνδριὰς ἐν Δελφοῖς.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 9 4:4)
οἱ δὲ εἰδότα τὸν θεὸν ὅτι ἱκέτης τοῦ Πέρσου γενήσοιτο ὁ Θεμιστοκλῆς, ἐπὶ τούτῳ τὰ δῶρα ἔφασαν οὐκ ἐθελῆσαι λαβεῖν, ἵνα μὴ ἀναθέντι τὸ ἔχθος ἄπαυστον ποιήσῃ <τὸ> ἀπὸ τοῦ Μήδου.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 14 10:3)
ἑώρων δὲ τὸν ἐν τῷ παρόντι ἀγῶνα οὐχ ὑπὲρ ἐλευθερίας γενησόμενον, καθὰ ἐπὶ τοῦ Μήδου ποτέ, οὐδὲ δοῦσιν ὕδωρ καὶ γῆν τὰ ἀπὸ τούτου σφίσιν ἄδειαν φέροντα:
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 19 21:1)
εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων?, chapter 32 13:1)

SEARCH

MENU NAVIGATION