- 문장 내 검색

헬라어 문장 내 검색 Language

Περσεὺς Μακεδών᾿.?
(아피아노스, The Foreign Wars, chapter 17:32)
Τούτων δὴ τῶν πρέσβεων Γναῖος ἡγούμενος ἠξίου τὸν Ἀντίοχον Πτολεμαίῳ μέν, ὄντι Ῥωμαίων φίλῳ, συγχωρεῖν ἄρχειν ὅσων ὁ πατὴρ αὐτῷ κατέλιπε, τὰς δ ἐν Ἀσίᾳ πόλεις, ὧν Φίλιππος ὁ Μακεδὼν ἦρχεν, αὐτονόμους ἐᾶν:
(아피아노스, The Foreign Wars, chapter 1 3:1)
Λέγεται δ ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ Ἀννίβαν περὶ στρατηγίας πολλῶν ἐφεστώτων, καὶ τοῦ Σκιπίωνος ἐρομένου τίς δοκοίη οἱ στρατηγὸς ἄριστος γενέσθαι, τὸν Ἀννίβαν εἰπεῖν, "ὁ Μακεδὼν Ἀλέξανδρος.
(아피아노스, The Foreign Wars, chapter 2 5:1)
διὰ δὲ Μακεδόνων ὥδευε καὶ Θρᾳκῶν ἐπὶ τὸν Ἑλλήσποντον, δυσχερῆ καὶ χαλεπὴν ὁδὸν αὐτῷ γενομένην ἄν, εἰ μὴ Φίλιππος ὁ Μακεδὼν ὡδοποίει καὶ ὑπεδέχετο καὶ παρέπεμπεν ἐζευγμένοις τε ποταμοῖς ἐκ πολλοῦ καὶ ἀγοραῖς ἑτοίμοις:
(아피아노스, The Foreign Wars, chapter 5 1:16)
ὁ δ Ἀντίοχος, οἱό῀ν τι καὶ Φίλιππος ὁ Μακέδων, οἰηθεὶς τῶνδε τῶν ἐπιταγμάτων πλέον οὐδὲν αὑτοῦ τὸν πόλεμον ἀφαιρήσεσθαι, συνέτασσε ἀπὸ τῶν πολεμίων, καὶ Σκιπίωνι τὸν υἱὸν ἀπέπεμπεν ἐς Ἐλαίαν.
(아피아노스, The Foreign Wars, chapter 6 3:2)
Φιλόξενός τις Μακεδὼν Καρίας σατραπεύων δεηθεὶς χρημάτων Διονύσια ἔφασκε μέλλειν ἄγειν, καὶ χοραγοὺς προέγραψε τῶν Καρῶν τοὺς εὐπορωτάτους καὶ προσέταττεν αὐτοῖς ἃ δεῖ παρασκευάζειν.
(아리스토텔레스, 경제학, Book 2 110:1)
Φίλιππος δὲ ὁ Μακεδὼν καὶ Μακεδόνας ταύτῃ τῇ τάξει χρῆσθαι ἐπήσκησεν.
(아리아노스, chapter 16 9:2)
ὃ μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, ὃ δὲ Λάκων, ὃ δὲ Κρητικὸς ὀνομάζεται:
(아리아노스, chapter 23 2:2)
Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν:
(아리아노스, chapter 23 3:1)
Φίλιππος δ ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς Ἑλλάδος Βίου:
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 51)
Ἱππόλοχος δ ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα Ἐπιστολῇ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 3 1:1)
περὶ δὲ τῆς λυχνίδος, λέγων Ἀμερίας ὁ Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα ἡ Ἀφροδίτη λούοιτο.
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 28 4:1)
ἀλλὰ μὴν καὶ Ἱππόλοχος ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα ἐπιστολῇ δι ἧς ἐμφανίζει Μακεδονικόν τι δεῖπνον πολυτελείᾳ τὰ πάντα πανταχοῦ γενόμενα ὑπερβαλόν, μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν, ἐπεὶ δὲ φιλάρχαιος εἶναι θέλεις καὶ οὐδὲν φὴς φθέγξασθαι ὃ μὴ τῆς Ἀττικῆς ἐστι φωνῆς, ὦ φίλτατε, τί ἐστιν ὃ λέγει Νικοφῶν ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν τοῖς Χειρογάστορσιν·
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 100 4:4)
Ἱππόλοχος ὁ Μακεδῶν, ἑταῖρε Τιμόκρατες, τοῖς χρόνοις μὲν γέγονε κατὰ.
(아테나이오스, The Deipnosophists, Book 4, book 4 1:1)
οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον.?
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 78 4:1)

SEARCH

MENU NAVIGATION