살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 텍스트
헬라어 텍스트
문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
- 문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
헬라어 문장 내 검색
Language
English
한국어
헬라어로 검색
한국어로 검색
Μωυσῆς δ ἐπεὶ πολέμου καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλὴ θεραπεύουσα τὸν θεόν, ἵνα μὴ δι ἀπορίαν μηδὲ ζήτησιν τῶν εἰς τὸν βίον ἀναγκαίων ἀμελοῖεν τοῦ ἱεροῦ, κατὰ βούλησιν τοῦ θεοῦ τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ἐκέλευε κατανεῖμαι τοῖς
Λευίταις
ὀκτὼ καὶ τεσσαράκοντα πόλεις ἀγαθὰς καὶ καλὰς τῆς τε πρὸ αὐτῶν γῆς περιγράψαντας εἰς δισχιλίους πήχεις ἀπὸ τῶν τειχῶν αὐτοῖς ἀνεῖναι.
?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 85:1)
πρὸς τούτοις δὲ καὶ τὸν λαὸν ἐξέταξε τῶν ἐπετείων καρπῶν δεκάτην αὐτοῖς τε τοῖς
Λευίταις
καὶ ἱερεῦσι τελεῖν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 86:1)
Μωυσῆς δὲ μερίσας τὴν λείαν τῆς μὲν ἑτέρας τὸ πεντηκοστὸν Ἐλεαζάρῳ δίδωσι καὶ τοῖς ἱερεῦσι,
Λευίταις
δὲ τῆς ἑτέρας τὸ πεντηκοστὸν μέρος, τὴν δὲ λοιπὴν νέμει τῷ λαῷ.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 206:1)
Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ
Λευίταις
δεδόσθαι, ἣ πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 260:1)
Ταῖς δὲ δεκάταις ταῖς δυσίν, ἃς ἔτους ἑκάστου προεῖπον τελεῖν, τὴν μὲν τοῖς
Λευίταις
, τὴν δ ἑτέραν πρὸς τὰς εὐωχίας, τρίτην πρὸς αὐταῖς κατὰ τὸ ἔτος τρίτον συμφέρειν εἰς διανέμησιν τῶν σπανιζόντων γυναιξί τε χήραις καὶ παισὶν ὀρφανοῖς:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 309:1)
προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν ἔχοντες, ἔπειτα οἱ Λευῖται τήν τε σκηνὴν καὶ τὰ πρὸς ὑπηρεσίαν ταῖς θυσίαις σκεύη κομίζοντες, εἵποντο δὲ τοῖς
Λευίταις
κατὰ φυλὰς ὁ πᾶς ὅμιλος μέσους ἔχων παῖδας καὶ γυναῖκας, δεδιὼς περὶ αὐτῶν μὴ βιασθεῖεν ὑπὸ τοῦ ῥεύματος.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 5 21:2)
καὶ τοῖς
Λευίταις
δὲ τὰς ὀκτὼ καὶ τριάκοντα πόλεις ἀποδιδόναι:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 5 116:1)
καὶ τοῦτο μὲν τοῖς
Λευίταις
ἐξαίρετον γέρας ἔδοσαν μετὰ καὶ τῶν δισχιλίων πηχῶν, τὴν δὲ γῆν Χαλέβῳ δωρεὰν ἔδοσαν κατὰ Μωυσέος ἐντολάς:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 5 160:1)
καὶ τὸ μὲν πλῆθος συνεισέφερε παντοδαπὸν καρπὸν τοῖς ἱερεῦσι καὶ
Λευίταις
, ἀποθήκας δὲ καὶ ταμιεῖα τούτων ὁ βασιλεὺς κατασκευάσας ἑκάστῳ διένειμε τῶν ἱερέων καὶ Ληουιτῶν καὶ παισὶν αὐτῶν καὶ γυναιξί:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 9 338:1)
παρεῖχον δὲ καὶ τῶν ἱερέων οἱ πρῶτοι διὰ τὸ πάσχα τοῖς ἱερεῦσιν ἄρνας δισχιλίους ἑξακοσίους καὶ τοῖς
Λευίταις
πεντακισχιλίους ἄρνας ἔδοσαν οἱ προεστῶτες αὐτῶν, βοῦς δὲ πεντακοσίους.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 10 89:1)
καὶ ὑμῖν δὲ λέγω, ὅπως τοῖς ἱερεῦσιν καὶ
Λευίταις
καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ γραμματεῦσιν τοῦ ἱεροῦ μήτε φόρους ἐπιτάξητε μήτε ἄλλο μηδὲν ἐπίβουλον ἢ φορτικὸν εἰς αὐτοὺς γένηται.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 11 158:1)
καὶ αἱ πόλεις τῶν Λευιτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς
Λευίταις
.
(70인역 성경, 레위기 25:32)
λάβε παρ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς
Λευίταις
, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν.
(70인역 성경, 민수기 7:5)
καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς
Λευίταις
.
(70인역 성경, 민수기 7:6)
καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς
Λευίταις
καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ.
?
(70인역 성경, 민수기 8:20)
1
/
0
페이지
SEARCH
MENU NAVIGATION
살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 보기 모드
X
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
To Top