- 문장 내 검색

헬라어 문장 내 검색 Language

ψύξις ἀκρέων, δίψος καρτερὸν, στόματος ξηρότης, προσώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα· ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα, ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε παραμήκης, μέχρι τῆς λαγόνος · μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν Ῥάχιν, ἢν ὁ σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνῃ .?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.178)
πῦρ μὲν γὰρ δριμὺ, ἀσῶδες, ὀδύνη κατ ὀσφὺν ἐπὶ Ῥάχι βαρεῖα, διάτασις τῶν μερῶν, μᾶλλον δὲ τῶν ἀμφὶ τὸ ὑποχόνδριον· οὔρου ἐπίσχεσις, οὐκ ἐς τὸ πάμπαν, ἀλλὰ στάγδην μὲν οὐρέουσι, ἐπιθυμίη δὲ πολλὸν ἐκχέαι· πλημμύρης γὰρ αἴσθησις.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.190)
ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ, στρογγύλα, ξὺν περιρρόῳ μέλανι, χολώδεα, οὖρα σμικρὰ, δριμέα, χολόβαφα· φυσώδεες καθ ὑποχόνδριον, ἐρυγαὶ κακώδεες, βρωμώδεες, ὡς ἐξ ἁλὸς ὀρυγμίη · ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.51)
κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ἢ ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφ ἕδρης ἐάσι οἱ ὑδρωπιώδεες .
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.6)
πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν· ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ ἀποσιτίη, ἀψινθίο υχυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν· καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.80)
Ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἐῄ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται · τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.89)
Ἐπὴν δὲ τουτέοισι πρηο¨´νῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.238)
Τάμνειν ὦν αὐτίκα τὰς ἐπ ἀγκῶνι φλέβας· καὶ συχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἀθρόον δὲ, ἀλλὰ καὶ δὶς, καὶ τρὶς, καὶ τῆς ἄλλης ἡμέρης, ὡς μεσηγὺ ἡ δύναμις ἀναλάβῃ · ἔπειτα ἐπιπλάσμασι χρέεσθαι καὶ σικύῃ ἐς τὸ ὑποχόνδριον, ἔνθα ἡ διάσφυξις τῆς ἀρτηρίης· ἀτὰρ ἠδὲ μεσηγὺ τῶν ὠμοπλατέων.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.260)
ἀτὰρ ἠδὲ ἔγχυτον ἐκ τῶνδε ἐγχεῖν τῇ ὑστέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυσέων ἀγωγοῖς · ἠδὲ ὑποκλύζειν μὴ δριμέσι , μαλθακοῖσι , γλίσχροισι , ὀλισθηροῖσι, ἐς τὴν τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκως ἡ χώρη τῆς ὑστέρης λαπαρὴ γίγνηται· ἀλθαίης χυλῷ, ἢ τήλιος· μελίλωτον δὲ ἢ σάμψυχον ξὺν τῷ λίπαϊ ἑψείσθω · ἢν δὲ βίης ἢ λαπάξιος ἡ ὑστέρη δέηται, χείρεσι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναικὸς εὐτόνου, ἢ ἀνδρὸς εὐαφοῦς, καὶ διαζῶσαι ταινίαις σφίγγοντα, ὁκόταν διελάσῃ τὸν χῶρον, ὡς μὴ αὖθις ἄνω θέειν· πταρμοὺς ποιέοντα ἐπιλαμβάνειν τὰς Ῥῖνας· τῷ γὰρ πταρμῷ καὶ τῇ ἐντάσι μετεξετέρῃσι ἡ ὑστέρη ἐς χώρηνϊξε· ἐμφυσῆν δὲ ἐς Ῥῖνας οἱά῀ γε στρουθίου Ῥίζης , ἢ πεπέρεος, ἢ τοῦ κάστορος· προσβάλλειν δὲ σικύας κούφας μηροῖσι, λαγόσι, ἰσχίοισι, βουβῶσι, ἕλκοντα τὴν ὑστέρην · προσβάλλειν δὲ καὶ πρὸς Ῥάχιν, ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων, τῇ πνιγὶ ἀρήγοντα· ἢν δὲ ὲπὶ φλεγμονῇ πνίγηται, καὶ διασχάσαι τὴν ἐπὶ τῷ κτενὶ οἰχευμένην φλέβα καὶ ἀφαιρέειν συχνὸν αἷμα.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.317)
Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν κατὰ φύσιν καθάρσιος γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ Ῥίγεος‧ ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν‧ γυναικείων πόνοι‧ κάθαρσις ἐπαύσατο.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, ἀρ´ρωστοι τεσσαρες καίδεκα260)
ἤλγει δὲ κεφαλήν, τράχηλον, ὀσφῦν ἐξ ἀρχῆς, αὐτίκα δὲ κώφωσις‧ ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ ὄγκου οὐ λίην, σύντασις, γλῶσσα ξηρή.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, ἀρ´ρωστοι τεσσαρες καίδεκα331)
ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ ὑποχόνδριον‧ ἀσώδης, φρικώδης, ἀλύουσα καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, ἀρ´ρωστοι τεσσαρες καίδεκα348)
τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη, σπασμοί‧ πόνοι τῶν αὐτῶν παρέμενον, κατὰ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτά, οὐκ εὔχρω.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, ἀρ´ρωστοι τεσσαρες καίδεκα375)
δευτέρῃ κώφωσις, πυρετὸς ὀξύς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὰ ἔσω‧ οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδές, σμικρόν‧ ἐξεμάνη περὶ μέσον ἡμέρης.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, Ἑκκαίδεκα ἀρ´ρωστοι54)
Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος‧ ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.?, 7.13)

SEARCH

MENU NAVIGATION