- 문장 내 검색

헬라어 문장 내 검색 Language

φυλὰς δὲ αὐτῶν συννενεμῆσθαι δ, ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὡρ´ας, ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γίνηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δὲ αὐτὰ τριττῦς καὶ φρατρίας:?
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.11)
διὰ τοῦτο δὲ οὐκ εἰς δώδεκα φυλὰς συνέταξεν, ὅπως αὐτῷ μὴ συμβαίνῃ μερίζειν πρὸς τὰς προϋπαρχούσας τριττῦς.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 21 3:3)
διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν τῶν περὶ τὸ ἄστυ, δέκα δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσογείου, καὶ ταύτας ἐπονομάσας τριττῦς, ἐκλήρωσεν τρεῖς εἰς τὴν φυλὴν ἑκάστην, ὅπως ἑκάστη μετέχῃ πάντων τῶν τόπων.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 21 4:1)
τὸν δὲ ταξίαρχον ἕκαστον, ὃν ἂν ἡ φυλὴ τόπον λάχῃ, διελεῖν τρίχα καὶ τὰς ναῦς ὡσαύτως, εἶτ ἐπικληρῶσαι τὰς τριττῦς, ὅπως ἂν τῶν μὲν ὅλων νεωρίων ἓν ἑκάστῃ μέρος ᾖ τῶν φυλῶν, τοῦ δὲ μέρους ἑκάστου τὸ τρίτον μέρος ἡ τριττὺς ἔχῃ, εἰδῆτε δ, ἄν τι δέῃ, πρῶτον μὲν τὴν φυλήν, ὅπου τέτακται, μετὰ ταῦτα δὲ τὴν τριττύν, εἶτα τριήραρχοι τίνες καὶ τριήρεις ποῖαι, καὶ τριάκοντα μὲν ἡ φυλή, δέκα δ ἡ τριττὺς ἑκάστη τριήρεις ἔχῃ.
(데모스테네스, Speeches 11-20, Περὶ τῶν Συμμοριῶν 26:1)
εἰή δ ἂν Ἑλλάδι γλώττῃ τὰ ὀνόματα ταῦτα μεθερμηνευόμενα φυλὴ μὲν καὶ τριττὺς ἡ τρίβους, φράτρα δὲ καὶ λόχος ἡ κουρία, καὶ τῶν ἀνδρῶν οἱ μὲν τὰς τῶν τρίβων ἡγεμονίας ἔχοντες φύλαρχοί τε καὶ τριττύαρχοι, οὓς καλοῦσι Ῥωμαῖοι τριβούνους:?
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 7 4:1)

SEARCH

MENU NAVIGATION