- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἶτ ὦ πρὸς Διὸς οἱ παρὰ τοιαύτην συμφορὰν εὐνοϊκῶς ἡμῖν ἔχοντες καὶ οἱ πρὶν ὅτου παρ ὑμῶν τεύξονταί ποθ ὕστερον εἰδέναι, τοιαύτης οἰκειότητος καὶ φιλίας ὑπάρξαντες, οὗτοι Λακεδαιμονίων ἀπαλλαγέντες δι ἡμῶν μὴ παρακινήσωσί τι φοβησόμεθα·?
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς β# ὑπὲρ Θηβαίων πρῶτος 16:2)
εἰ μὲν εὐπορήσουσιν ἑτέρων Λακεδαιμόνιοι συμμάχων ὑμῶν ἁμαρτόντες, τις ἂν μείζων αἰσχύνη γένοιτο τῶν πασῶν ἢ τὸ πρῶτον μὲν ἐζητηκέναι τινὰς ἄλλους, εἶτα καὶ ἀνευρηκέναι τοὺς συνδιατηρήσοντας τὴν Σπάρτην αὐτὴν, ὄντων Ἀθηναίων, εἰ δ οὐδένων ἑτέρων τεύξονται βοηθῶν, ὑμῖν οὐκ ἀμελητέον, οὓς ἔχουσι μόνους.
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος 9:11)
ἢ γὰρ μεμνημένοι ὡς ἔτυχον ἢ ἐλπίζοντες ὡς τεύξονται χαίρουσίν τινα ἡδονήν, οἱο῀ν οἵ τ ἐν τοῖς πυρετοῖς ἐχόμενοι ταῖς δίψαις καὶ μεμνημένοι ὡς ἔπιον καὶ ἐλπίζοντες πιεῖσθαι χαίρουσιν, καὶ οἱ ἐρῶντες καὶ διαλεγόμενοι καὶ γράφοντες καὶ ποιοῦντές τι ἀεὶ περὶ τοῦ ἐρωμένου χαίρουσιν:
(아리스토텔레스, 수사학, Book 1, chapter 11 10:2)
ἦσαν δ οὗτοι ἢ <οἱ> θαυμαζόμενοι ἢ θαυμάζοντες ἢ ὑφ ὧν βούλονται θαυμάζεσθαι, ἢ ὧν δέονταί τινα χρείαν ἧς μὴ τεύξονται ἄδοξοι ὄντες, καὶ οὗτοι ἢ ὁρῶντες ὥσπερ Κυδίας περὶ τῆς Σάμου κληρουχίας ἐδημηγόρησεν:
(아리스토텔레스, 수사학, Book 2, chapter 6 24:2)
ὥστε ἂν αὐτοὶ μὲν παρασκευασθῶσιν οὕτως ἔχειν, οἱ δ ἐλεεῖσθαι ἢ τυγχάνειν τινὸς ἀγαθοῦ ἀξιοῦντες ὦσιν οἱοῖ οἱ εἰρημένοι, δῆλον ὡς οὐ τεύξονται ἐλέου παρὰ τῶν κυρίων.
(아리스토텔레스, 수사학, Book 2, chapter 10 11:3)
καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπός ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, ἦ που περί γε τοῦ μήθ ἑαλωκότος μήτ ἐγνωσμένου πότερον δέδρακεν ἢ οὒ καὶ πότερ ἄκων ἢ ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 112:3)
ἐπειδὴ τοὺς ἐν τῷδε τῷ τάφῳ κειμένους, ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γεγονότας, ἔδοξεν τῇ πόλει δημοσίᾳ θάπτειν καὶ προσέταξεν ἐμοὶ τὸν νομιζόμενον λόγον εἰπεῖν ἐπ αὐτοῖς, ἐσκόπουν μὲν εὐθὺς ὅπως τοῦ προσήκοντος ἐπαίνου τεύξονται, ἐξετάζων δὲ καὶ σκοπῶν ἀξίως εἰπεῖν τῶν τετελευτηκότων ἕν τι τῶν ἀδυνάτων ηὑρ´ισκον ὄν.
(데모스테네스, Speeches 51-61, Ἐπιτάφιος. 2:1)
ὥστε μοι δοκοῦσιν, ὅσην παρ ἑτέροις ἔχουσι τοῦ τιμᾶσθαι πάντες ἐπιθυμίαν, τοσαύτην ἢ καὶ πλείονα ἕξειν παρ ὑμῖν, ὅπως μηδέποτε τεύξονται τῶν τοιούτων μηδενός:
(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ. 37:1)
τοῦτον δ ἐπὶ δύο νύκτας καὶ δύο ἡμέρας συνεχῶς τῇ νηὶ συμπλεύσαντα προειπεῖν μὲν Ἡρακλεῖ περὶ τῶν ἄθλων καὶ τῆς ἀθανασίας, τοῖς δὲ Τυνδαρίδαις, ὅτι προσαγορευθήσονται μὲν Διόσκοροι, τιμῆς δ ἰσοθέου τεύξονται παρὰ πᾶσιν ἀνθρώποις.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 48 6:2)
εἰ δὲ πιστεύσαντες τιμωρίας τεύξονται τηλικαύτης, οἱ μὲν παθόντες ἀναδέξονται τὴν συμφοράν, οἱ δὲ πράξαντες ἀγνώμονες ἂν κληθεῖεν.
(디오도로스 시켈로스, Library, book xiii, chapter 21 7:3)
μὴ δὴ νῦν ἀγανακτούντων, εἰ τοιαῦτα πρὸς τοὺς ἄλλους πράξαντες αὐτοὶ παραπλησίας τεύξονται τιμωρίας:
(디오도로스 시켈로스, Library, book xiii, chapter 29 13:3)
οἱ δὲ τὸν Ῥῶμον ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τάς τε ὕβρεις ἁπάσας, ὅσας ἦσαν ὑβρισμένοι πρὸς τῶν μειρακίων, κατηγόρουν καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν τιμωρίας εἰ μὴ τεύξονται καταλείψειν προλέγοντες τὰ βουφόρβια.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 81 3:1)
μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 51 5:1)
ἀπαγγειλάντων δ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι.
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 3 9:2)
Ἀλλ ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσονται.
(에픽테토스, Works, book 4, Πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους.? 25:1)

SEARCH

MENU NAVIGATION