- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀλλ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος, λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν:?
(호메로스, 오디세이아, Book 5 45:9)
ἀλλὰ δότ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, λούσατέ τ ἐν ποταμῷ, ὅθ ἐπὶ σκέπας ἔστ ἀνέμοιο.
(호메로스, 오디세이아, Book 6 18:10)
ὣς ἔφαθ, αἱ δ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, κὰδ δ ἄρ Ὀδυσσῆ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο:
(호메로스, 오디세이아, Book 6 20:1)
ἀλλ ἀναχασσάμενος νῆχον πάλιν, ἡο῀ς ἐπῆλθον ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος, λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
(호메로스, 오디세이아, Book 7 24:19)
ἀλλ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, χεῖρας νιψάμενος, ὅθ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν:
(호메로스, 오디세이아, Book 12 38:4)
λέκτρα μάτην μίμνοντα καὶ ἄπρηκτον σκέπας εὐνῆς ἄνθετο σοί, Μήνη, σὸς φίλος Ἐνδυμίων, αἰδόμενος:
(작자 미상, Greek Anthology, book 6, chapter 581)
Καυσίη, ἡ τὸ πάροιθε Μακηδόσιν εὔκολον ὅπλον, καὶ σκέπας ἐν νιφετῷ, καὶ κόρυς ἐν πολέμῳ, ἱδρῶ διψήσασα πιεῖν τεόν, ἄλκιμε Πείσων, Ἡμαθὶς Αὐσονίους ἦλθον ἐπὶ κροτάφους.
(작자 미상, Greek Anthology, book 6, chapter 3351)
ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις δουλεύσω, Μουσέων ἄνθεα βοσκόμενος.?
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 431)

SEARCH

MENU NAVIGATION