- 문장 내 검색

헬라어 문장 내 검색 Language

Φουρνίου δὲ οὐκ ἄρχοντος μὲν χειρῶν, ἀεὶ δ αὐτῷ παραστρατοπεδεύοντος σὺν ἱππεῦσι πολλοῖς καὶ σιτολογεῖν οὐκ ἐῶντος οὐδὲ προσποιεῖσθαι τὰς πόλεις, ὁ Πομπήιος ἱππέας οὐκ ἔχων ἐπεχείρησε τῷ τοῦ Φουρνίου στρατοπέδῳ κατὰ μέτωπον καὶ κατόπιν ἐκ περιόδου λαθών.?
(아피아노스, The Civil Wars, book 5, chapter 14 6:1)
οἱ δὲ ἄρτι τοῦ Φίγλου παραστρατοπεδεύοντος τὰς φυλακὰς ἐνίκων ἐπίδραμόντες, καὶ αὐτὸν ἐκ τοῦ στρατοπέδου κατήραξαν ἐς πεδίον πρανές, μέχρι ἐπὶ Νάρωνα ποταμὸν ἧκεν ὑποφεύγων.
(아피아노스, The Foreign Wars, chapter 2 5:3)
Λευκόλλου δ ἤδη τῷ Μιθριδάτῃ παραστρατοπεδεύοντος, ὁ τῆς Ἀσίας στρατηγὸς περιπέμπων ἐκήρυσσε Ῥωμαίους ἐπικαλεῖν Λευκόλλῳ πέρα τοῦ δέοντος πολεμοῦντι, καὶ τοὺς ὑπ αὐτῷ τῆς στρατείας ἀφιέναι, καὶ τῶν οὐ πειθομένων τὰ ὄντα δημεύσειν.
(아피아노스, The Foreign Wars, chapter 13 4:5)
ὥσπερ αὐτοῖς Τιγράνου τοῦ Ἀρμενίου παραστρατοπεδεύοντος ἢ τοῦ Ναβαταίων βασιλέως, ἀλλ οὐ Καίσαρος ἐκείνου καὶ τῆς δυνάμεως ᾗ χιλίας μὲν ᾑρήκει πόλεις κατὰ κράτος, ἔθνη δὲ πλείονα τριακοσίων ὑπῆκτο, Γερμανοῖς δὲ καὶ Γαλάταις μεμαχημένος ἀήττητος ὅσας οὐκ ἄν τις ἀριθμήσαι μάχας ἑκατὸν μυριάδας αἰχμαλώτων ἔλαβεν, ἑκατὸν δὲ ἀπέκτεινε τρεψάμενος ἐκ παρατάξεως.?
(플루타르코스, Pompey, chapter 67 6:1)

SEARCH

MENU NAVIGATION