- 문장 내 검색

헬라어 문장 내 검색 Language

μὲν ἐπὶ τὸ ἀξιοῦν ἑαυτὸν ἀγαθῶν μεγάλων ἀνάξιον ὄντα χαυνότης τοὺς τοιούτους γὰρ χαύνους λέγομεν, ὅσοι μεγάλων οἰόνται ἄξιοι εἶναι οὐκ ὄντες, ἡ δὲ περὶ τὸ ἄξιον ὄντα μὴ ἀξιοῦν ἑαυτὸν μεγάλων μικροψυχία μικροψύχου γὰρ εἶναι δοκεῖ, ὅστις ὑπαρχόντων δι ἃ δικαίως ἂν ἠξιοῦτο, μὴ ἀξιοῖ μηθενὸς μεγάλου ἑαυτόν, ὥστ ἀνάγκη καὶ τὴν μεγαλοψυχίαν εἶναι μεσότητα χαυνότητος καὶ μικροψυχίας.?
(아리스토텔레스, 에우데모스 윤리학, Book 3 112:1)
περὶ δὲ τιμὴν καὶ ἀτιμίαν μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία:
(아리스토텔레스, 니코마코스 윤리학, Book 2 79:2)
ἀντιτίθεται δὲ τῇ μεγαλοψυχίᾳ ἡ μικροψυχία μᾶλλον τῆς χαυνότητος:
(아리스토텔레스, 니코마코스 윤리학, Book 4 96:2)
μεγαλοπρέπεια δὲ ἀρετὴ ἐν δαπανήμασι μεγέθους ποιητική, μικροψυχία δὲ καὶ μικροπρέπεια τἀναντία.
(아리스토텔레스, 수사학, Book 1, chapter 9 12:1)
μικροψυχία γάρ τις καὶ αὕτη.
(아리스토텔레스, 수사학, Book 2, chapter 13 9:2)
λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία.
(아리스토텔레스, Virtues and Vices 6:1)
μικροψυχία δ ἐστὶ κακία ψυχῆς, καθ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
(아리스토텔레스, Virtues and Vices 13:3)
βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεια, μισανθρωπία.
(아리스토텔레스, Virtues and Vices 42:1)
ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, μεμψιμοιρία, δυσελπιστία, ταπεινότης.?
(아리스토텔레스, Virtues and Vices 43:1)

SEARCH

MENU NAVIGATION