- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰ γὰρ μηδεὶς ἂν ὑμῶν ἑαυτὸν ἀναπλῆσαι φόνου δικαίου βούλοιτο, ἦ που ἀδίκου γε φυλάξαιτ ἄν, τὴν ψυχὴν ἢ τὴν οὐσίαν ἢ τὴν ἐπιτιμίαν τινὸς ἀφελόμενος, ἐξ ὧν αὑτοὺς ἀνηρήκασί τινες, οἱ δὲ καὶ δημοσίᾳ ἐτελεύτησαν.?
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 881)
μηδεὶς οὖν ὑμῶν τοῦτ ἀγνοείτω, ἀλλὰ σαφῶς ἕκαστος ἐπιστάσθω, ὅτι ὅταν εἰσίῃ εἰς δικαστήριον γραφὴν παρανόμων δικάσων, ἐν ταύτῃ τῇ ἡμέρα μέλλει τὴν ψῆφον φέρειν περὶ τῆς ἑαυτοῦ παρρησίας.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 6 1:3)
ὅταν οὖν ἀποδείξῃ τοῖς μὲν ὑπὸ τῆς βουλῆς στεφανουμένοις τὸ βουλευτήριον ἀναρρηθῆναι, τοῖς δ ὑπὸ τοῦ δήμου τὴν ἐκκλησίαν, τοῖς δ ὑπὸ τῶν δημοτῶν καὶ φυλετῶν ἀπείπῃ μὴ κηρύττεσθαι τοῖς τραγῳδοῖς, ἵνα μηδεὶς ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται, προσαπείπῃ δ ἐν τῷ νόμῳ μηδ ὑπὸ ἄλλου μηδενὸς ἀνακηρύττεσθαι, ἀπούσης βουλῆς καὶ δήμου καὶ φυλετῶν καὶ δημοτῶν, - ὅταν δέ τις ταῦτα ἀφέλῃ, τί τὸ καταλειπόμενόν ἐστι πλὴν οἱ ξενικοὶ στέφανοι·
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 45 1:1)
ἀλλ οἶμαι διὰ τὸ ξενικὸν εἶναι τὸν στέφανον καὶ ἡ καθιέρωσις γίγνεται, ἵνα μηδεὶς ἀλλοτρίαν εὔνοιαν περὶ πλείονος ποιούμενος τῆς πατρίδος χείρων γένηται τὴν ψυχήν.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 46 1:5)
ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ αἰσχύνεσθε, εἰ ἐπὶ μὲν τοὺς πορθμέας τοὺς εἰς Σαλαμῖνα πορθμεύοντας νόμον ἔθεσθε, ἐάν τις αὐτῶν ἄκων ἐν τῷ πόρῳ πλοῖον ἀνατρέψῃ, τούτῳ μὴ ἐξεῖναι πάλιν πορθμεῖ γενέσθαι, ἵνα μηδεὶς αὐτοσχεδιάζῃ εἰς τὰ τῶν Ἑλλήνων σώματα, τὸν δὲ τὴν Ἑλλάδα καὶ τὴν πόλιν ἄρδην ἀνατετροφότα, τοῦτον ἐάσετε πάλιν ἀπευθύνειν τὰ κοινά·
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1582)
τούτων κατηγορεῖν, ἀλλὰ καὶ τὴν ἡσυχίαν αὐτὴν τοῦ βίου διαβάλλει καὶ τῆς σιωπῆς μου κατηγορεῖ, ἵνα μηδεὶς αὐτῷ τόπος ἀσυκοφάντητος παραλείπηται, καὶ τὰς ἐν τοῖς γυμνασίοις μετὰ τῶν νεωτέρων μου διατριβὰς καταμέμφεται, καὶ κατὰ τῆσδε τῆς κρίσεως εὐθὺς ἀρχόμενος τοῦ λόγου φέρει τινὰ αἰτίαν, λέγων ὡς ἐγὼ τὴν γραφὴν οὐχ ὑπὲρ τῆς πόλεως ἐγραψάμην, ἀλλ ἐνδεικνύμενος Ἀλεξάνδρῳ διὰ τὴν πρὸς αὐτὸν ἔχθραν.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2161)
μὴ δῆτα, ὦ Ἀθηναῖοι, μηδεὶς ἡμᾶς ταῦτα πείσῃ:
(안도키데스, 연설, Περὶ τῆς πρὸς Λακεδιμονίους εἰρήνης 47:2)
"Ἀγαθῇ τύχῃ τοίνυν τῶν ὑπογεγραμμένων τῷδε τῷ διαγράμματι μηδεὶς δεχέσθω μηδένα μηδὲ κρυπτέτω μηδὲ ἐκπεμπέτω ποι μηδὲ πειθέσθω χρήμασι.
(아피아노스, The Civil Wars, book 4, chapter 2 7:1)
βαρύτητος δὲ καὶ τὸ ἃ μηδεὶς ἂν εἴποι ὑπολιπεῖν ὡς ῥηθησόμενα, ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησι, Τιμοκράτους νόμος ἐστὶ παρ ἡμῖν:
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ βαρύτητος. 8:1)
τοσούτῳ δ ἡμῖν δικαιότερα, ὅσῳ προστιθέντες καὶ πλεονάζοντες ταῖς θεραπείαις ἀμείνους ἂν εἰήμεν ἢ παραλείποντες ἃ μηδεὶς τῶν πάντων ἀξιοῖ σιγᾶν.
(아리스티데스, 아일리오스, 연설, Λαλιὰ εἰς Ἀσκληπιόν 2:4)
τὸ δὲ δὴ μέγιστον τῶν περὶ ταῦτα τὸ καὶ τοῖς θείοις βασιλεῦσιν εἰς τοσοῦτον οἰκειῶσαι καὶ χωρὶς τῆς ἐπὶ τῶν γραμμάτων συνουσίας ἀποδεῖξαι λέγοντα ἐν αὐτοῖς καὶ σπουδαζόμενον ἃ μηδεὶς πώποτε, καὶ ταῦτα ὁμοίως μὲν παρὰ τῶν βασιλέων, ὁμοίως δὲ καὶ τῶν βασιλίδων γενέσθαι, καὶ παντὸς δὴ τοῦ βασιλείου χοροῦ.
(아리스티데스, 아일리오스, 연설, Λαλιὰ εἰς Ἀσκληπιόν 5:6)
οὐ γὰρ ὡς σπάνιον καὶ δυσπρόσοδον παρέχων ἑαυτὸν ἡγεῖται τὴν τοῦ μέγας καὶ θαυμαστὸς καὶ τοιοῦτος οἱο῀ς μηδεὶς ἄλλος πώποτε ἐγένετο δόξαν ἀποίσεσθαι βασιλεὺς, ἀλλ οὕτως ἂν μάλιστα βεβαιοῦν τὴν τοῦ τοιοῦτος εἶναι προσηγορίαν, εἰ τὴν παρ αὑτοῦ εὔνοιαν καὶ φιλανθρωπίαν κοινὴν ἅπασι τοῖς δεομένοις παρασκευάσεται, οἰόμενος δεῖν τὸν ὡς ἀληθῶς βασιλέα τῷ τῶν ὅλων ἀπεικάσθαι βασιλεῖ κατά τε τὴν φιλανθρωπίαν καὶ τὴν πρόνοιαν ἁπάντων τῶν ἀρχομένων, καὶ μὴ πρὸ μὲν τῆς βασιλείας χρηστόν τι καὶ μέτριον ἦθος ἐμφαίνειν ἑαυτοῦ, βασιλέα δὲ ἀποδειχθέντα χαλεπὸν καὶ βίαιον εἶναι περὶ τοὺς ἀρχομένους:
(아리스티데스, 아일리오스, 연설, Εἰς βασιλέα [σπ.] 7:8)
μηδεὶς δ ὑμῶν νεμεσήσῃ, εἰ μεταξὺ γράφων πρὸς ὑμᾶς ταῦτα ἀπεφθεγξάμην, ἐπεὶ καὶ αὐτῆς τῆς ἐπιστολῆς αἴτιον τὸ βούλεσθαι περὶ ἐκείνου καὶ ἀκούειν καὶ λέγειν.
(아리스티데스, 아일리오스, 연설, Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος 9:7)
μηδεὶς δὲ ὑμῶν, ὦ νῦν τε παρόντες τοῖς λόγοις καὶ χρόνῳ συνεσόμενοι, μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παντὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ λόγου μήτε ἃ πολλὰ καὶ ἐργώδη τῷ λόγῳ πρόσεστι δείσαντες ὑπέστημεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 2:5)
ὁ δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν ἢ καθ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἑώς ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός? 32:8)

SEARCH

MENU NAVIGATION