- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀλλ ὁ Τερέντιος ἐμβαλὼν αὑτὸν εἰς τὸ παρ ἡμέραν ἄρχειν, καὶ τῷ Ἀννίβᾳ, παραστρατοπεδεύσας περὶ τὸν Αὐφίδιον ποταμὸν καὶ τὰς λεγομένας Κάννας, ἅμ ἡμέρᾳ τὸ τῆς μάχης σημεῖον ἐξέθηκεν ἔστι δὲ χιτὼν κόκκινος ὑπὲρ τῆς στρατηγικῆς σκηνῆς διατεινόμενος, ὥστε καὶ τοὺς Καρχηδονίους ἐξ ἀρχῆς διαταραχθῆναι, τήν τε τόλμαν τοῦ στρατηγοῦ καὶ τὸ τοῦ στρατοπέδου πλῆθος ὁρῶντας, αὐτοὺς οὐδ ἥμισυ μέρος ὄντας.??
(플루타르코스, Fabius Maximus, chapter 15 1:1)

SEARCH

MENU NAVIGATION