- 문장 내 검색

헬라어 문장 내 검색 Language

νυκτὸς δὲ ἤδη καταλαμβανούσης Εὐμενὴς μὲν ἀγωνιῶν ὑπὲρ τῆς ἀποσκευῆς πάλιν εἰς τοὐπίσω διεβίβασε τοὺς Μακεδόνας, εἰσηγησαμένου δέ τινος τῶν ἐγχωρίων ἐπεβάλετό τινα τόπον ἀνακαθαίρειν, δι οὑ ῥᾴδιον ἦν ἀποστρέψαι τὴν διώρυγα καὶ βάσιμον κατασκευάσαι τὴν πλησίον χώραν.?
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 13 4:1)
τῶν δὲ περὶ τὸν Πευκέστην οὐχ ὑπακουόντων, ἀλλὰ καὶ τοὐναντίον πορρωτέρω τὴν ἀποχώρησιν ποιουμένων ἐπί τινα τόπον, ἅμα δὲ καὶ νυκτὸς καταλαμβανούσης ἠναγκάσθη συνεῖξαι τῷ καιρῷ.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 43 3:1)
τῆς δὲ νυκτὸς ἤδη καταλαμβανούσης ὁ μὲν Δημήτριος ταῖς ῥυμουλκούσαις ναυσὶν ἀπήγαγε τὰς μηχανὰς πάλιν ἔξω βέλους:
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 86 3:2)
νόσου καταλαμβανούσης λοιμώδους καὶ ἀνθρώπους καὶ τὰ βοσκήματα ἀποστέλλουσι θεωροὺς παρὰ τὸν θεόν:
(파우사니아스, Description of Greece, Βοιωτικά, chapter 38 4:3)
αὐτὸς δὲ τὸν Λυσίμαχον, ἑσπέρας ἤδη καταλαμβανούσης καὶ τῶν πολεμίων ἐγγὺς ὄντων, ἀπαγορεύοντα καὶ βαρυνόμενον οὐχ ὑπομένων ἀπολιπεῖν, ἀλλ ἀνακαλούμενος καὶ παρακομίζων, ἔλαθε τοῦ στρατεύματος ἀποσπασθεὶς μετ ὀλίγων καὶ σκότους ἅμα καὶ ῥίγους σφοδροῦ νυκτερεύων ἐν χωρίοις χαλεποῖς.
(플루타르코스, Alexander, chapter 24 7:1)
ἀμφότεραι δ εἰσὶν ἐπισκοτήσεις, ἀλλ ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δ ἐκλειπτικὴ τῆς σελήνης, τῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν.
(플루타르코스, De faciae quae in orbe lunae apparet, section 19 4:2)
λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις:?
(폴리비오스, Histories, book 9, chapter 18 3:1)

SEARCH

MENU NAVIGATION