- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ ἐπὶ τούτοις ὁρ´κον ὤμοσαν ἰσχυρόν, μήτ αὐτοὶ τὴν ἱερὰν γῆν ἐργάσεσθαι μήτ ἄλλῳ ἐπιτρέψειν, ἀλλὰ βοηθήσειν τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πάσῃ δυνάμει.?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1092)
καὶ ἐπεύχεται αὐτοῖς μήτε γῆν καρποὺς φέρειν, μήτε γυναῖκας τέκνα τίκτειν γονεῦσιν ἐοικότα, ἀλλὰ τέρατα, μήτε βοσκήματα κατὰ φύσιν γονὰς ποιεῖσθαι, ἧτταν δὲ αὐτοῖς εἶναι πολέμου καὶ δικῶν καὶ ἀγορᾶς, καὶ ἐξώλεις εἶναι καὶ αὐτοὺς καὶ οἰκίας καὶ γένος ἐκείνων.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1111)
ἐπῄει δ οὖν μοι ἐπὶ τὴν γνώμην μνησθῆναι τῆς τῶν Ἀμφισσέων περὶ τὴν γῆν τὴν ἱερὰν ἀσεβείας, καὶ αὐτόθεν ἑστηκὼς ἐδείκνυον τοῖς Ἀμφικτύοσιν:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 118 1:2)
τέλος δὲ παντὸς τοῦ λόγου ψηφίξονται ἥκειν τοὺς ἱερομνήμονας πρὸ τῆς ἐπιούσης πυλαίας ἐν ῥητῷ χρόνῳ εἰς Πύλας, ἔχοντας δόγμα καθ ὅ τι δίκας δώσουσιν οἱ Ἀμφισσεῖς ὑπὲρ ὧν εἰς τὸν θεὸν καὶ τὴν γῆν τὴν ἱερὰν καὶ τοὺς Ἁμφικτύονας ἐξήμαρτον.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1244)
οὐχ ὁ μὲν τῶν Περσῶν βασιλεύς, ὁ τὸν Ἄθω διορύξας, ὁ τὸν Ἑλλήσποντον ζεύξας, ὁ γῆν καὶ ὕδωρ τοὺς Ἕλληνας αἰτῶν, ὁ τολμῶν ἐν ταῖς ἐπιστολαῖς γράφειν, ὅτι δεσπότης ἐστὶν ἁπάντων ἀνθρώπων ἀφ ἡλίου ἀνιόντος μέχρι δυομένου, νῦν οὐ περὶ τοῦ κύριος ἑτέρων εἶναι διαγωνίζεται, ἀλλ ἤδη περὶ τῆς τοῦ σώματος σωτηρίας·
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 132 1:3)
δεύτερον δὲ τῶν εἰς τὸν πόλεμον ἀναλωμάτων τὰ μὲν δύο μέρη ὑμῖν ἀνέθηκεν, οἷς ἦσαν ἀπωτέρω οἱ κίνδυνοι, τὸ δὲ τρίτον μέρος Θηβαίοις, δωροδοκῶν ἐφ ἑκάστοις τούτων, καὶ τὴν ἡγεμονίαν τὴν μὲν κατὰ θάλατταν ἐποίησε κοινήν, τὸ δ ἀνάλωμα ἴδιον ὑμέτερον, τὴν δὲ κατὰ γῆν, εἰ μὴ δεῖ ληρεῖν, ἄρδην φέρων ἀνέθηκε Θηβαίοις, ὥστε παρὰ τὸν γενόμενον πόλεμον μὴ κύριον γενέσθαι Στρατοκλέα τὸν ὑμέτερον στρατηγὸν βουλεύσασθαι περὶ τῆς τῶν στρατιωτῶν σωτηρίας.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1431)
ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις·
(아이스킬로스, 아가멤논, episode 1:10)
νῦν ταῦτα πάντα τλᾶς ἀπενθήτῳ φρενὶ λέγοιμ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα, σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί, καὶ γῆν φανεῖσαν ναυτίλοις παρ ἐλπίδα, κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος:
(아이스킬로스, 아가멤논, episode, anapests 8:1)
κτήσεται δ ἄνευ δορὸς αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
(아이스킬로스, 에우메니데스, episode, lyric 2:2)
πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, ἣν δῆτ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί, ἐξαίρετον δώρημα Θησέως τόκοις:
(아이스킬로스, 에우메니데스, episode1)
τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν ὀρθοδίκαιον πρέψετε πάντως διάγοντες.
(아이스킬로스, 에우메니데스, choral, anapests3)
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
(아이스킬로스, Libation Bearers, episode 1:2)
πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν ξύνειμ, ἀφ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ιαὄνων γῆν οἴχεται πέρσαι θέλων:
(아이스킬로스, 페르시아인들, episode, iambics1)
οἳ γῆν μολόντες Ἑλλάδ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς:
(아이스킬로스, 페르시아인들, episode, iambics 2:6)
εἰ γάρ μ ὑπὸ γῆν νέρθεν θ Αἵδου τοῦ νεκροδέγμονος εἰς ἀπέρατον Τάρταρον ἧκεν, δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, ὡς μήτε θεὸς μήτε τις ἄλλος τοῖσδ ἐπεγήθει.?
(아이스킬로스, 결박된 프로메테우스, choral, anapests1)

SEARCH

MENU NAVIGATION