- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἱο῀ν ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.18)
χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ · ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος· δίψος ἀκρατές · πολυποσίη ἀνισόμε τρος οὔροισι πολλοῖσι · πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον, καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.49)
κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῳού· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.348)
τρίχες δὲ ἄλλοισι μὲν ζῳοίσι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἀλλὰ ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῳού γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῳού φυῇ· ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτουτε καὶ ἀναισχύντου.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.359)
Κάτοξυ μὲν ἐν νεφροῖσι φλεγμασίη· συμφλεγ μαίνουσι γὰρ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσαι φλέβες· τῇσι δὲ τὸ ἧπαρ· οὐ κάρτα ἐπιμήκεες ἐοῦσαι, κάρτα δὲ εὐρεῖαι, ὡς δοκέειν τοὺς νεφροὺς ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος· ἀτὰρ καὶ ἰσχουρίη ἐπὶ φλεγμασίῃ γίνεται ξυντιμωρέουσα τῷ ὀξέϊ τῆς φλεγμασίης · πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλημμυρίης τῶν οὔρων οὐ διεκθεόντων· τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνεται, ἢν φύῃ μὲν ἐν νεφροῖσι μέζων τῆς εὐρύτητος τῶν οὐρητήρων· ἐνίζει μὲν μὴ διεξιὼν, ἀτὰρ καὶ τὰ οὖρα ὅδε ἐπίσχει .
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.271)
προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ αὐτοῦ:
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 14 4:2)
"ἐστὶ δὲ τὸ δενδρίον μεγέθει μὲν πτελέης καὶ πεύκης οὐθέν τι μεῖον, ἀκρεμόνας δὲ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπ ὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρόν, τῇ φυῇ περιφερές, καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου, γλυκὺς δὲ πάνυ ὁ καρπός, μέγεθος κατὰ φαυλίην ἐλάην καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ, καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπός:
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 624)
ἐν τῷ δήμῳ τῷ Παιανιέι ἦν γυνὴ τῇ οὔνομα ἦν Φύη, μέγαθος ἀπὸ τεσσέρων πηχέων ἀπολείπουσα τρεῖς δακτύλους καὶ ἄλλως εὐειδής:
(헤로도토스, The Histories, book 1, chapter 60 5:1)
κακῶς δὲ ἂν φυῇ, ὡς ἡ τῶν πολλῶν ἕξις τῆς ψυχῆς εἴς τε τὸ μαθεῖν εἴς τε τὰ λεγόμενα ἤθη πέφυκεν, τὰ δὲ διέφθαρται, οὐδ ἂν ὁ Λυγκεὺς ἰδεῖν ποιήσειεν τοὺς τοιούτους.
(플라톤, Epistles, Letter 7 131:2)
τρόπῳ κατελεήσουσιν, ἀλλὰ τὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδόντες ὤσουσιν εἰς δημιουργοὺς ἢ εἰς γεωργούς, καὶ ἂν αὖ ἐκ τούτων τις ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακήν, τοὺς δὲ εἰς ἐπικουρίαν, ὡς χρησμοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς φυλάξῃ.
(플라톤, Republic, book 3 606:1)
ταῖς πόλεσιν ἢ οἱ βασιλῆς τε νῦν λεγόμενοι καὶ δυνάσται φιλοσοφήσωσι γνησίως τε καὶ ἱκανῶς, καὶ τοῦτο εἰς ταὐτὸν συμπέσῃ, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, τῶν δὲ νῦν πορευομένων χωρὶς ἐφ ἑκάτερον αἱ πολλαὶ φύσεις ἐξ ἀνάγκης ἀποκλεισθῶσιν, οὐκ ἔστι κακῶν παῦλα, ὦ φίλε Γλαύκων, ταῖς πόλεσι, δοκῶ δ οὐδὲ τῷ ἀνθρωπίνῳ γένει, οὐδὲ αὕτη ἡ πολιτεία μή ποτε πρότερον φυῇ τε εἰς τὸ δυνατὸν καὶ φῶς ἡλίου ἴδῃ, ἣν νῦν λόγῳ διεληλύθαμεν.
(플라톤, Republic, book 5 577:1)
οὐκοῦν εὐθὺς ἐν παισὶν ὁ τοιοῦτος πρῶτος ἔσται ἐν ἅπασιν, ἄλλως τε καὶ ἐὰν τὸ σῶμα φυῇ προσφερὴς τῇ ψυχῇ·
(플라톤, Republic, book 6 219:1)
πάνσμικρον δή τι, ἔφην ἐγώ, ὦ Ἀδείμαντε, λείπεται τῶν κατ ἀξίαν ὁμιλούντων φιλοσοφίᾳ, ἤ που ὑπὸ φυγῆς καταληφθὲν γενναῖον καὶ εὖ τεθραμμένον ἦθος, ἀπορίᾳ τῶν διαφθερούντων κατὰ φύσιν μεῖναν ἐπ αὐτῇ, ἢ ἐν σμικρᾷ πόλει ὅταν μεγάλη ψυχὴ φυῇ καὶ ἀτιμάσασα τὰ τῆς πόλεως ὑπερίδῃ:
(플라톤, Republic, book 6 258:1)
ΚΑΙ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα.
(70인역 성경, 느헤미야기 4:1)
μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἰή, πλὰν ἑνός.
(테오크리토스, Idylls, Συρακούσιαι ἢ Αδωνιάζουσαι?122)

SEARCH

MENU NAVIGATION