- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ Πομπήιος μὲν ἐς ἀλλοτρίωσιν ὑπήγετο τοῦ Μηνοδώρου, τῶν δ αὐτῶν ἡμερῶν Φιλάδελφος, ὁ Καίσαρος ἀπελεύθερος, πρὸς τὸν Μηνόδωρον διέπλευσε σίτου κομιδῆς οὕνεκα καὶ Μικυλίων ὁ πιστότατος τῷ Μηνοδώρῳ πρὸς Καίσαρα περὶ αὐτομολίας τοῦ Μηνοδώρου:?
(아피아노스, The Civil Wars, book 5, chapter 9 2:3)
ἦν Φιλάδελφος τῶν νεωκόρων ἅτερος:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 7:10)
ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 7:12)
ταῦτα μὲν ὁ Φιλάδελφος ἐδόκει:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 7:14)
καὶ οὕτω διηγεῖτο μὲν ὁ Ἀσκληπιακὸς ἃ εἶδεν ὁ Φιλάδελφος, ἐπιδιηγεῖται δὲ αὐτὸς ὁ Φιλάδελφος ὑφ ἡμῶν κληθείς.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 8:17)
φιλοσόφων δὲ παρῆσαν Ποντιανὸς καὶ Δημόκριτος οἱ Νικομηδεῖς, πολυμαθείᾳ πάντας ὑπερηκοντικότες, Φιλάδελφός τε ὁ Πτολεμαεύς, ἀνὴρ οὐ μόνον ἐν φιλοσόφῳ θεωρίᾳ τεθραμμένος, ἀλλὰ καὶ κατὰ τὸν ἄλλον βίον ἐξητασμένος.
(아테나이오스, The Deipnosophists, book 1, chapter 2 1:1)
παρ οὗ πάντα φησί, πριάμενος ὁ ἡμεδαπὸς βασιλεὺς Πτολεμαῖος, Φιλάδελφος δὲ ἐπίκλην, μετὰ τῶν Ἀθήνηθεν καὶ τῶν ἀπὸ Ῥόδου εἰς τὴν καλὴν Ἀλεξάνδρειαν μετήγαγε.
(아테나이오스, The Deipnosophists, book 1, chapter 4 4:1)
καὶ ὁ τῆς Αἰγύπτου δὲ βασιλεὺς δεύτερος, ὁ Φιλάδελφος ἐπίκλην, ἐκδοὺς τὴν αὑτοῦ θυγατέρα Βερενίκην Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ, ἐν ἐπιμελείᾳ εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνου τούτου τοῦ ποταμοῦ ἡ παῖς πίνῃ, ἱστορεῖ Πολύβιος.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 23 1:3)
νῦν οὖν οὕτω τεταγμένων ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βασιλεύς, λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ ὅτι ἀπείληφε.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 85 2:2)
αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια, αὕτη δὲ ἡ Θαϊ`ς μετὰ τὸν Ἀλεξάνδρου θάνατον καὶ Πτολεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ ἐγέννησεν αὐτῷ Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην, ἣν ἔγημεν Εὔνοστος ὁ Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς, καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεύς, Φιλάδελφος δ ἐπίκλην, ὡς ἱστορεῖ ὁ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Ὑπομνημάτων, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην μὲν μίαν τῶν ἐπιχωρίων γυναικῶν μάλ εὐπρεπεστάτην τὴν ὄψιν καὶ Βιλιστίχην, ἔτι δὲ Ἀγαθόκλειαν καὶ Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 37 3:1)
ὁ δὲ Φιλάδελφος Πτολεμαῖος υἱὸς αὐτῶν εἰκόσι χρυσαῖς δυσὶ μὲν ἐφ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι πέντε, τετραπήχεσι ἕξ.
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 31 4:4)
πολλῶν δὲ ὁ Φιλάδελφος βασιλέων πλούτῳ διέφερε καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλλεν.
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 36 1:3)
Βασιλεύσαντος δὲ Ἀλεξάνδρου ἔτη δώδεκα καὶ μετ αὐτὸν Πτολεμαίου τοῦ Σωτῆρος τεσσαράκοντα καὶ ἕν, ἔπειτα τὴν βασιλείαν τῆς Αἰγύπτου παραλαβὼν ὁ Φιλάδελφος καὶ κατασχὼν αὐτὴν ἐπ ἔτη ἑνὸς δέοντα τεσσαράκοντα τόν τε νόμον ἡρμήνευσε καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ιἑροσολυμιτῶν ἀπέλυσε τῆς δουλείας ὄντας περὶ δώδεκα μυριάδας ἐξ αἰτίας τοιαύτης:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 12 15:1)
ὁ δὲ μετ αὐτὸν Πτολεμαῖος ὁ Φιλάδελφος ἐπικληθεὶς οὐ μόνον εἴ τινες ἦσαν αἰχμάλωτοι παρ αὐτῷ τῶν ἡμετέρων πάντας ἀπέδωκεν, ἀλλὰ καὶ χρήματα πολλάκις ἐδωρήσατο καὶ τὸ μέγιστον ἐπιθυμητὴς ἐγένετο τοῦ γνῶναι τοὺς ἡμετέρους νόμους καὶ ταῖς τῶν ἱερῶν γραφῶν βίβλοις ἐντυχεῖν.
(플라비우스 요세푸스, Contra Apionem, Φλαΐου Ιὠσήπου περὶ ἀρχαιότητος ἀντιρρητικὸς λόγος β. 49:1)
τὸ χρεὼν δ ἄρα τὴν αὐτοῦ σπουδὴν ἐφθάκει καὶ Φασαήλου τεθνηκότος εἰς κενὸν Ἡρώδης φιλάδελφος ἦν:
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον α.? 398:3)

SEARCH

MENU NAVIGATION