- 문장 내 검색

헬라어 문장 내 검색 Language

Φείδων μὲν οὖν ὁ Κορίνθιος, ὢν νομοθέτης τῶν ἀρχαιοτάτων, τοὺς οἴκους ἴσους ᾠήθη δεῖν διαμένειν καὶ τὸ πλῆθος τῶν πολιτῶν, καὶ εἰ τὸ πρῶτον τοὺς κλήρους ἀνίσους εἶχον πάντες κατὰ μέγεθος:?
(아리스토텔레스, 정치학, Book 2 115:2)
οἱο῀ν Φείδων μὲν περὶ Ἄργος καὶ ἕτεροι τύραννοι κατέστησαν βασιλείας ὑπαρχούσης, οἱ δὲ περὶ τὴν Ιὠνίαν καὶ Φάλαρις ἐκ τῶν τιμῶν, Παναίτιος δ ἐν Λεοντίνοις καὶ Κύψελος ἐν Κορίνθῳ καὶ Πεισίστρατος Ἀθήνησι καὶ Διονύσιος ἐν Συρακούσαις καὶ ἕτεροι τὸν αὐτὸν τρόπον ἐκ δημαγωγίας.
(아리스토텔레스, 정치학, Book 5 216:1)
ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται:
(아테나이오스, The Deipnosophists, Book 6, book 6 4:2)
στεῖχ εἰς ἀγορὰν πρὸς τοὺς Ἑρμᾶς, οὗ προσφοιτῶσ1 οἱ φύλαρχοι, τούς τε μαθητὰς τοὺς ὡραίους οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν οἶσθ οὓς φράζω·
(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 67 1:2)
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων ἡρ´ως ἀπριάτην:
(호메로스, 오디세이아, Book 14 24:19)
ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων:
(호메로스, 오디세이아, Book 19 33:6)
καὶ Φείδων γὰρ καὶ Μέλανθος καὶ ὅλως ἅπαντες προελεύσονται αὐτοῦ ὑπὸ ταῖς αὐταῖς φροντίσιν.
(루키아노스, Dialogi mortuorum, Τερψίων καὶ Πλούτων. 13:4)
ἢ ὅτι Φείδων ὁ Ἀλωπεκῆθεν - οἶμαι γὰρ ἐκεῖνον λέγειν σε - θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου·
(루키아노스, Dialogi meretricii, Μύρτιον καὶ Πάμφιλος και Δῶρις. 2:3)
τούτων τοίνυν Φείδων ὁ τῶν τριάκοντα γενόμενος καὶ Ἱπποκλῆς καὶ Ἐπιχάρης ὁ Λαμπτρεὺς καὶ ἕτεροι οἱ δοκοῦντες εἶναι ἐναντιώτατοι Χαρικλεῖ καὶ Κριτίᾳ καὶ τῇ ἐκείνων ἑταιρεία, ἐπειδή αὐτοὶ εἰς τὴν ἀρχὴν κατέστησαν, πολὺ μείζω στάσιν καὶ πόλεμον ἐπὶ τοὺς ἐν Πειραιεῖ ἢ τοῖς ἐξ ἄστεως ἐποίησαν.
(리시아스, Speeches, κατὰ Ερατοσθένους τοῦ γενομένου τῶν τριάκοντα, ὃν αὐτὸς εἶπε Λυσίας 67:1)
ὥστε σφόδρα χρὴ ὀργίζεσθαι, ὅτι Φείδων αἱρεθεὶς ὑμᾶς διαλλάξαι καὶ καταγαγεῖν τῶν αὐτῶν ἔργων Ἐρατοσθένει μετεῖχε καὶ τῇ αὐτῇ γνώμῃ τοὺς μὲν κρείττους αὑτῶν δι ὑμᾶς κακῶς ποιεῖν ἕτοιμος ἦν, ὑμῖν δὲ ἀδίκως φεύγουσιν οὐκ ἠθέλησεν ἀποδοῦναι τὴν πόλιν, ἀλλ ἐλθὼν εἰς Λακεδαίμονα ἔπειθεν αὐτοὺς στρατεύεσθαι, διαβάλλων ὅτι Βοιωτῶν ἡ πόλις ἔσται, καὶ ἄλλα λέγων οἷ ᾤετο πείσειν μάλιστα.
(리시아스, Speeches, κατὰ Ερατοσθένους τοῦ γενομένου τῶν τριάκοντα, ὃν αὐτὸς εἶπε Λυσίας 70:1)
Φείδων τις τῶν Πελοποννησίων ἐπιτιθέμενος ἀρχῇ, τὴν Ἀργείων πόλιν, τὴν πατρίδα τὴν ἑαυτοῦ, ἡγεμονεύειν τῶν λοιπῶν βουλόμενος, πρῶτον ἐπεβούλευσε Κορινθίοις:
(플루타르코스, Amatoriae narrationes, chapter 2 2:1)
ἐν νῷ δ ἔχων ὁ Φείδων ἐπιθέσθαι τούτοις, ἵν ἔχοι Κόρινθον ἀτονωτέραν καὶ τῇ πόλει χρήσαιτο, προτείχισμα γὰρ τοῦτο ἐπικαιρότατον ἔσεσθαι τῆς ὅλης Πελοποννήσου, τὴν πρᾶξιν ἀνέθετο τῶν ἑταίρων τισίν.
(플루타르코스, Amatoriae narrationes, chapter 2 3:2)
καὶ οὕτως οἱ μὲν Φλιάσιοι πρὸ τῆς ἐπιθέσεως εἰς τὴν Κόρινθον ἐσώθησαν, Φείδων δ ἀνευρεῖν ἐπειρᾶτο τὸν προδόντα καὶ ἐπιμελῶς ἐζήτει.
(플루타르코스, Amatoriae narrationes, chapter 2 5:2)
εἴτε φείδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νόμισμα .
(작자 미상, 비가, Ξενοφάνους, Ἐλεγείων63)
χειμέριον ζωὴν ὑπαλεύεο, νεῖο δ ἐς ὁρ´μον, ὡς κἠγὼ Φείδων ὁ Κρίτου εἰς ἀίδην.?
(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 472b1)

SEARCH

MENU NAVIGATION