- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὑμεῖς δ ἡμῖν ἔσεσθε τῶν λόγων κριταί.?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 506)
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ ὑπότροποι αὖτις ἔσεσθε ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος ἔς τε φίλας ἀλόχους:
(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον] 32:2)
τί γὰρ ἔτι τὰς φυλὰς ἐν ταῖς χειροτονίαις θεραπεύομεν, τί δὲ ὑμῶν δεόμεθα, ποῦ δὲ ἔσεσθε τῶν ἐκκλησιῶν ἢ χειροτονιῶν ἢ τῶν ὑπατειῶν ἔτι κύριοι, εἰ μὴ βεβαιώσετε μέν, ἃ δίδοτε, ἀφαιρήσεσθε δ, ὅταν αὐτοὶ δοκιμάσητε.
(아피아노스, The Civil Wars, book 1, chapter 8 2:11)
ὧν ἧς ἂν ἐθέλητε, γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅταν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκησθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε, καὶ ἐς οἱούς γε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε.
(아피아노스, The Foreign Wars, chapter 12 9:3)
οὐκ ὦ θαυμάσιοι νῦν γέ τι ἐν ὑμῶν αὐτῶν ἔσεσθε·
(아리스티데스, 아일리오스, 연설, Ἐλευσίνιος 5:7)
ὥσθ οἷς μετὰ τῶν ἑτέρων ἔσεσθε δικαίως, τούτοις τοὺς ἑτέρους παριδόντες ἁμαρτάνειν δόξετε.
(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς ε ὑπὲρ μηδετέροις βοηθεῖν 4:1)
πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γ ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθ ὑμεῖς ἐν τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν·
(아리스티데스, 아일리오스, 연설, συμμαχικὸς β πρὸς Θηβαίους περὶ τῆς συμμαχίας 12:12)
οὐκοῦν δεινὸν εἰ τῶν μὲν ξένων εἴσεσθε φείδεσθαι, ὑμῶν δ αὐτῶν οὐ τολμήσετε, ἀλλ οὕτως ἀνόμοιοι τοῖς Λακεδαιμονίοις ἔσεσθε ὥστ ἐκεῖνοι μὲν ἅπαντα ἀπόρρητα ἐποιήσαντο τὰ ἑαυτῶν, ὑμεῖς δὲ καὶ τὰ μηδὲν προσήκοντα λέγειν καθ ὑμῶν τοῖς βουλομένοις δώσετε.
(아리스티데스, 아일리오스, 연설, Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν 8:11)
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
(아리스토파네스, Plutus, Episode2)
πάντα δὴ ταῦτα δεῖ συνιδόντας ἅπαντας βοηθεῖν καὶ ἀπωθεῖν ἐκεῖσε τὸν πόλεμον, τοὺς μὲν εὐπόρους, ἵν ὑπὲρ τῶν πολλῶν ὧν καλῶς ποιοῦντες ἔχουσι μίκρ ἀναλίσκοντες τὰ λοιπὰ καρπῶνται ἀδεῶς, τοὺς δ ἐν ἡλικίᾳ, ἵνα τὴν τοῦ πολεμεῖν ἐμπειρίαν ἐν τῇ Φιλίππου χώρᾳ κτησάμενοι φοβεροὶ φύλακες τῆς οἰκείας ἀκεραίου γένωνται, τοὺς δὲ λέγοντας, ἵν αἱ τῶν πεπολιτευμένων αὐτοῖς εὔθυναι ῥᾴδιαι γένωνται, ὡς ὁποῖ ἄττ ἂν ὑμᾶς περιστῇ τὰ πράγματα, τοιοῦτοι κριταὶ καὶ τῶν πεπραγμένων αὐτοῖς ἔσεσθε.
(데모스테네스, Speeches, Ὀλυνθιακὸς Α 36:1)
κριταὶ δ ὑμεῖς ἔσεσθε.
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Α 18:4)
τότε δ εὔδηλοι πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου μᾶλλον εἵνεκα Μεσσήνην εἶναι βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου.
(데모스테네스, Speeches 11-20, Ὑπὲρ Μεγαλοπολιτῶν 13:2)
ἀλλ οὐ ταύτην οὗτος ἄγει τὴν ἡσυχίαν, πολλοῦ γε καὶ δεῖ, ἀλλ ἀποστὰς ὅταν αὐτῷ δόξῃ τῆς πολιτείας πολλάκις δὲ δοκεῖ, φυλάττει πηνίκ ἔσεσθε μεστοὶ τοῦ συνεχῶς λέγοντος ἢ παρὰ τῆς τύχης τι συμβέβηκεν ἐναντίωμα ἢ ἄλλο τι δύσκολον γέγονεν πολλὰ δὲ τἀνθρώπινα:
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 433:2)
εἴτ ἐπὶ τῆς αὐτῆς ἧσπερ νῦν ἐξουσίας καὶ ἀσελγείας μενεῖ, τοὺς ὁτιοῦν ἂν ἐκείνῳ ποιήσαντας ἀνῃρηκότες ἐκ τῆς πόλεως ἔσεσθε, ἂν τούτους ἀνέλητε:
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 435:1)
οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται.
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους? 201:2)

SEARCH

MENU NAVIGATION