- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὧν ἕνεκα, ὦ Ἀθηναῖοι, εἰ ἀνθρωπίνως περὶ ἐμοῦ γιγνώσκοιτε, εἰήτε ἂν ἄνδρες εὐγνωμονέστεροι.?
(안도키데스, 연설, Περὶ τῆς ἑαυτοῦ καθόδου 11:2)
ὅ τε δῆμος ὁ τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἰήτε διδάξοντας, εἰ δ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις.
(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 1:3)
σκοπεῖτε δὴ πότερον βελτίους ἂν εἰήτε ὑπὲρ τῆς δουλείας τῆς ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων Ἑλλήνων κινδυνεύοντες, ἢ παρόντος τοῦ κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῆς θ ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων τούτῳ χρώμενοι.
(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 13:5)
καίτοι πότερ ὑμεῖς Θετταλοὺς εἰς ἐλευθερίαν ἐξαιρούμενοι βελτίους ἂν εἰήτε, ἢ οὗτοι πείθοντες ὑμᾶς εἰς τὴν δουλείαν ἑαυτοῖς συνεμβῆναι·
(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 14:3)
ἔχων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τριηραρχίας εἰπεῖν καὶ χορηγίας καὶ χρημάτων εἰσφορὰς καὶ λύσεις αἰχμαλώτων καὶ τοιαύτας ἄλλας φιλανθρωπίας, οὐδὲν ἂν τούτων εἴποιμι, ἀλλ ὅτι τῶν τοιούτων πολιτευμάτων οὐδὲν πολιτεύομαι, ἀλλὰ δυνάμενος ἂν ἴσως, ὥσπερ καὶ ἕτεροι, καὶ κατηγορεῖν καὶ χαρίζεσθαι καὶ δημεύειν καὶ τἄλλ ἃ ποιοῦσιν οὗτοι ποιεῖν, οὐδ ἐφ ἓν τούτων πώποτ ἐμαυτὸν ἔταξα, οὐδὲ προήχθην οὔθ ὑπὸ κέρδους οὔθ ὑπὸ φιλοτιμίας, ἀλλὰ διαμένω λέγων ἐξ ὧν ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ παρ ὑμῖν, ὑμεῖς δ, εἰ πείσεσθέ μοι, μείζους ἂν εἰήτε:
(데모스테네스, Speeches, Περὶ τῶν ἐν Χερρονήσῳ 82:1)
πῶς οὖν οὐκ ἄτοπον καὶ ὑπερφυὲς ἂν πεποιηκότες ὑμεῖς εἰήτε, εἰ ἃ προστάττετε, μᾶλλον δ ἀξιοῦτε ποιεῖν ὑπὲρ ὑμῶν τοὺς θεούς, ταῦτ αὐτοὶ κύριοι γεγενημένοι τήμερον μὴ ποιήσαιτε, ἀλλ ὃν ἐκείνοις εὔχεσθ ἐξώλη ποιεῖν αὐτὸν καὶ γένος καὶ οἰκίαν, τοῦτον ἀφείητ αὐτοί·
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 97:1)
οὕτω γὰρ ἂν εἰήτε ἅμα ᾐσθημένοι καὶ ὁποῖόν τί ἐστιν.
(디오, 크리소토모스, 연설 (2), ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 32:3)
ἢ πάντων ἂν εἰήτε ἀφρονέστατοι, εἰ πρὸς ἑνὸς ἄρχεσθαι τυραννικοῦ ἀνδρὸς οὐκ ἀνασχετὸν ἡγησάμενοι δήμῳ τυραννίδι πολυκεφάλῳ νῦν ὑμᾶς αὐτοὺς παραδώσετε, καὶ ταῦτ οὐ μετὰ χαρίτων αὐτῷ πείθοντι συγχωρήσετε ὑπό τ ἀνάγκης κρατηθέντες καὶ ὡς οὐκ ἐξὸν ἄλλο τι δρᾶν νῦν ἡμῖν παρὰ γνώμην εἴξαντες.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 61 5:3)
τούτοις μὲν ταχεῖαν ἐπανόρθωσιν αὐτοὶ δοίητε καὶ σωτηρίαν τοῖς πράγμασιν ἀσφαλῆ, ἐμοὶ δ, ὃς οὔτ ἐν ἄλλῳ καιρῷ πώποτε τὰ ἥδιστα εἱλόμην λέγειν ἀντὶ τῶν ὠφελιμωτάτων οὔτε νῦν προδίδωμι τὸ κοινὸν ἰδίαν καταπραττόμενος ἀσφάλειαν, εὐμενεῖς εἰήτε καὶ μειλίχιοι.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 68 4:3)
τοῦτ ἐκεῖνο ἦν ἄρα, ὃ ἐγὼ περὶ ὑμῶν ἤκουον τῶν Ἀθηναίων, ὡς εἰήτε εἴρωνες ἐν τοῖς λόγοις.
(루키아노스, Anacharsis, (no name) 18:1)
ἢ τὰς πανοπλίας ἐκείνας τότε ἀναλήψεσθε τὰς τῶν κωμῳδῶν τε καὶ τραγῳδῶν, καὶ ἢν προτεθῇ ὑμῖν ἔξοδος, ἐκεῖνα τὰ κράνη περιθήσεσθε τὰ κεχηνότα, ὡς φοβερώτεροι εἰήτε τοῖς ἐναντίοις μορμολυττόμενοι αὐτούς, καὶ ὑποδήσεσθε τὰ ὑψηλὰ ἐκεῖνα δηλαδή:
(루키아노스, Anacharsis, (no name) 32:1)
ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ τί πράττοιτε καὶ ἔνθα εἰήτε·
(루키아노스, Dialogi meretricii, Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων. 1:6)
περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι, οἱοί῀περ ἂν ὑμῖν αὐτοῖς εἰήτε τοιαῦτα πεπονθότες:
(리시아스, Speeches, Ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 3:1)
ὃν ἡμεῖς δυναίμεθ ἂν κατακαύσαντες λιμὸν ὑμῖν ἀντιτάξαι, ᾧ ὑμεῖς οὐδ εἰ πάνυ ἀγαθοὶ εἰήτε μάχεσθαι ἂν δύναισθε.
(크세노폰, Anabasis, Κύρου Ἀναβάσεως Β, chapter 5 21:2)
οὕτω γὰρ ἂν ὑμεῖς ἀπολελυμένοι τῆς αἰτίας εἰήτε.
(크세노폰, Anabasis, Κύρου Ἀναβάσεως?, chapter 6 17:2)

SEARCH

MENU NAVIGATION