- 문장 내 검색

헬라어 문장 내 검색 Language

κᾆθ ὅτ ἀπεδειρόμην, οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι, οὐδὲν ἄρ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.?
(아리스토파네스, Wasps, Choral, antepirrheme2)
τὰς δὲ διφθέρας, ὑφ᾿ αἷς ἐσκήνουν, τῆς κάρφης πληρώσας καὶ ὅσα μονόξυλα πλοῖα ἐκ τῆς χώρας ξυναγαγών - ἦν δὲ καὶ τούτων εὐπορία πολλή, ὅτι τούτοις χρῶνται οἱ πρόσοικοι τῷ Ἴστρῳ ἐφ᾿ ἁλιείᾳ τε τῇ ἐκ τοῦ Ἴστρου καὶ εἴποτε παῤ ἀλλήλους ἀνὰ τὸν ποταμὸν στέλλοιντο καὶ λῃστεύοντες ἀπ᾿ αὐτῶν οἱ πολλοί - ταῦτα ὡς πλεῖστα ξυναγαγὼν διεβίβαζεν ἐπ᾿ αὐτῶν τῆς στρατιᾶς ὅσους δυνατὸν ἦν ἐν τῷ τοιῷδε τρόπῳ.
(아리아노스, Anabasis, book 1, chapter 3 6:2)
ὅ τε γὰρ χῶρος ἐπιτήδειος αὐτῷ ἐφαίνετο αὐξῆσαι ἐπὶ μέγα τὴν πόλιν καὶ ἐν καλῷ οἰκισθήσεσθαι τῆς ἐπὶ Σκύθας, εἴποτε ξυμβαίνοι, ἐλάσεως καὶ τῆς προφυλακῆς τῆς χώρας πρὸς τὰς καταδρομὰς τῶν πέραν τοῦ ποταμοῦ ἐποικούντων βαρβάρων.
(아리아노스, Anabasis, book 4, chapter 1 3:2)
οἱ γὰρ Παλαιστῖνοι καταστρεφόμενοι τοὺς Ιοὐδαίους τά τε ὅπλα αὐτοὺς ἀφῃροῦντο καὶ τοὺς ὀχυρωτάτους τῆς χώρας τόπους φρουραῖς κατελαμβάνοντο καὶ σιδηροφορεῖν χρῆσθαί τε καθάπαξ ἀπηγόρευον σιδήρῳ, καὶ διὰ ταύτην τὴν πρόρρησιν οἱ γεωργοὶ, εἴποτε δεήσει αὐτοὺς ἐπισκευάσαι τι τῶν ἐργαλείων, ἢ ὕνιν ἢ δίκελλαν ἢ ἄλλο τι τῶν εἰς γεωργίαν χρησίμων, φοιτῶντες εἰς τοὺς Παλαιστίνους ταῦτα ἔπραττον.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 128:1)
ἤκουσά τι καὶ πάλαι τοιοῦτον ἀμέλει περὶ ὑμῶν ὡς Ἀλεκτρυών τις νεανίσκος φίλος γένοιτο τῷ Ἄρει καὶ συμπίνοι τῷ θεῷ καὶ συγκωμάζοι καὶ κοινωνοίη τῶν ἐρωτικῶν εἴποτε γοῦν ἀπίοι παρὰ τὴν Ἀφροδίτην μοιχεύσων ὁ Ἄρης, ἐπάγεσθαι καὶ τὸν Ἀλεκτρυόνα, καὶ ἐπειδήπερ τὸν Ἥλιον μάλιστα ὑφεωρᾶτο, μὴ κατιδὼν ἐξείποι πρὸς τὸν Ἥφαιστον, ἔξω πρὸς ταῖς θύραις ἀπολείπειν ἀεὶ τὸν νεανίσκον μηνύσοντα ὁπότε ἀνίσχοι ὁἭλιος.
(루키아노스, Gallus, (no name) 3:7)
ἐν δὲ ταῖς πορείαις αὐτὸς ἐβάδιζε φέρων τὰ ὅπλα, καὶ θεράπων εἷς εἵπετο τὰ πρὸς δίαιταν αὐτῷ κομίζων, ᾧ λέγεται μηδέποτε δυσκολᾶναι μηδὲ μέμψασθαι παραθέντι ἄριστον ἢ δεῖπνον, ἀλλὰ καὶ συλλαμβάνειν αὐτὸς τὰ πλεῖστα καὶ συμπαρασκευάζειν ἀπὸ τῶν στρατιωτικῶν γενόμενος ἔργων, ὕδωρ δ ἔπινεν ἐπὶ στρατείας, πλὴν εἴποτε διψήσας περιφλεγῶς ὄξος αἰτήσειεν ἢ τῆς ἰσχύος ἐνδιδούσης ἐπιλάβοι μικρὸν οἰνάριον.
(플루타르코스, Marcus Cato, chapter 1 7:1)
μεταλαβὼν δὲ Ἰούδας ταῦτα παρήγγειλε τῷ πλήθει δἰ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν Κύριον, εἴποτε ἄλλοτε καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλουσι
(70인역 성경, Liber Maccabees II 13:10)
Μασσαγέτην δὲ ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων, Ἰνδῴης ἐπίβηθι κατ ὀργάδος, ἐν δὲ κελεύθοις εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην:?
(작자 미상, Greek Anthology, book 4, chapter 3 15:2)

SEARCH

MENU NAVIGATION