- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ῥητογένης δέ, ἀνὴρ Νομαντῖνος, ᾧ Καραύνιος ἐπίκλησις ἦν, ἄριστος ἐς ἀρετὴν Νομαντίνων, πέντε πείσας φίλους, σὺν παισὶν ἄλλοις τοσοῖσδε καὶ ἵπποις τοσοῖσδε ἐν νυκτὶ συννεφεῖ διῆλθε λαθὼν τὸ μεταίχμιον, κλίμακα φέρων πτυκτήν, καὶ φθάσας ἐς τὸ περιτείχισμα ἀνεπήδησεν αὐτός τε καὶ οἱ φίλοι, καὶ τοὺς ἑκατέρωθεν φύλακας ἀνελόντες τοὺς μὲν θεράποντας ἀπέπεμψαν ὀπίσω, τοὺς δ ἵππους διὰ τῆς κλίμακος ἀναγαγόντες ἐξίππευσαν ἐς τὰς Ἀρουακῶν πόλεις σὺν ἱκετηρίαις, δεόμενοι Νομαντίνοις συγγενέσιν οὖσιν ἐπικουρεῖν.?
(아피아노스, The Foreign Wars, chapter 15 3:12)
Ἀμίλχαρ ᾧ Βάρκας ἐπικλησις ἦν, Ἀννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε Ῥωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν.
(아피아노스, The Foreign Wars, chapter 1 2:1)
τοὺς δ Ἄννων κατεκώλυσεν, ᾧ Λεῦκος ἦν ἐπίκλησις.
(아피아노스, The Foreign Wars, chapter 16 4:18)
Πτολεμαῖος δ αὐτὸν ἑπόμενος ἔκτεινεν, ὅτῳ κεραυνὸς ἐπίκλησις.
(아피아노스, The Foreign Wars, chapter 10 4:6)
καὶ παῖδες ἦσαν αὐτῇ δύο μὲν ἐκ Δημητρίου, Σέλευκός τε καὶ Ἀντίοχος, ὅτῳ γρυπὸς ἐπίκλησις, ἐκ δὲ Ἀντιόχου Ἀντίοχος, ὅτῳ Κυζικηνὸς ἐπώνυμον.
(아피아노스, The Foreign Wars, chapter 11 4:8)
οὕτω Νικομήδης ἀντὶ Προυσίου Βιθυνῶν ἐβασίλευε, καὶ αὐτὸν χρόνῳ τελευτήσαντα Νικομήδης ὁ υἱός, ᾧ φιλοπάτωρ ἐπίκλησις ἦν, διεδέξατο, Ῥωμαίων αὐτῷ τὴν ἀρχὴν ὡς πατρῴαν ψηφισαμένων.
(아피아노스, The Foreign Wars, chapter 1 7:5)
κίων δὲ τοῦδε τοῦ πάθεος ἡ ἐπίκλησις.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ι. Περὶ Πλευρίτιδος.85)
ἔστι δὲ καὶ πάθεος ἰδέη, ἀνίσχοντος ὄρθια τοῦ πάσχοντος τὰ αἰδοῖα· ἐπίκλησις σατυρίησις ἐς ὁμοιότητα τοῦ θεοῦ σχήματος.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.259)
ἄλλοτε δὲ μυξώδεα μοῦνον, ὀδαξώδεα, σμικρὰ, στρογγύλα, δακνώδεα, ἐξαναστάσιας πυκινὰς, καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα, ἐκκρίσιας δὲ κάρτα σμικράς · τεινασμὸς τοῦδε ἡ ἐπίκλησις.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.209)
Ἐντελῶς δ οὖν θρησκεύσας τὸν θεὸν Ἀγρίππας Θεόφιλον μὲν τὸν Ἀνάνου τῆς ἀρχιερωσύνης μετέστησεν, τῷ δὲ Βοηθοῦ Σίμωνι, τούτῳ Κανθηρᾶς ἐπίκλησις ἦν, τὴν ἐκείνου προσένειμε τιμήν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 19 343:1)
Μονόβαζος ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι τῇ πρὸς γάμου κοινωνίᾳ ἄγεται καὶ κατέστησεν ἐγκύμονα.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 20 24:1)
τοιγαροῦν καὶ τὸ ᾆσμα ὃ μεταξὺ ὀρχούμενοι ᾄδουσιν Ἀφροδίτης ἐπίκλησίς ἐστιν καὶ Ἐρώτων, ὡς συγκωμάζοιεν αὐτοῖς καὶ συνορχοῖντο.
(루키아노스, De saltatione, (no name) 11:1)
ὀνόματα μὲν δὴ κατὰ τὰ αὐτὰ Πτολεμαῖοί σφισιν, ἄλλη δὲ ἐπίκλησις ἄλλῳ:
(파우사니아스, Description of Greece, Ἀττικά, chapter 8 12:2)
καὶ ἡ ἐπίκλησις ἡ ἐς τὸν Πανοπέα Ὁμήρου ὑποσημαίνειν τῶν Θυιάδων δοκεῖ τὸν χορόν.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 4 4:4)
θεῶν δὲ ὅντινα οἱ Βούλιοι σέβουσι μάλιστα, Μέγιστον μὲν ὀνομάζουσι, Διὸς δὲ κατὰ ἡμετέραν δόξαν ἐστὶν ἐπίκλησις.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων?, chapter 37 6:6)

SEARCH

MENU NAVIGATION