- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰ δ ὁ μὲν ἀγών ἐστιν Ἀθήνησιν, οἱ δ αὐτοὶ δικασταί μοι καὶ μάρτυρές ἐστε τῶν λόγων, ἐμοὶ μὲν ἀναμιμνῄσκειν προσήκει, ὑμᾶς δέ μοι μὴ ἀπιστεῖν.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 892)
νῦν μὲν οὖν ὑμεῖς ἐστε τῶν ἐμῶν λόγων κριταί, αὐτίκα δ ὑμέτερος ἐγὼ θεατής:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1963)
τῶν μὲν γὰρ ἀπηγγελμένων ὑμεῖς ἐστέ μοι μάρτυρες, τῶν δ ἐν Μακεδονίᾳ ῥηθέντων καὶ τῶν κατὰ τὴν πορείαν ἡμῖν συμβάντων τοὺς συμπρέσβεις ὑμῖν μάρτυρας παρεσχόμην.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 56 1:2)
καὶ τούτων ὑμεῖς οἱ τὴν ψῆφον μέλλοντες φέρειν ἐστέ μοι μάρτυρες.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1222)
καὶ φατὲ μὲν εὐτυχεῖς εἶναι, ὡς καὶ ἐστὲ καλῶς ποιοῦντες, ψηφιεῖσθε δ ὑπὸ μὲν τῆς τύχης ἐγκαταλελεῖφθαι, ὑπὸ Δημοσθένους δὲ εὖ πεπονθέναι·
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 2321)
τίνες ποτ ἐστέ·
(아이스킬로스, 에우메니데스, episode4)
τῆσδ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι:
(아이스킬로스, Libation Bearers, episode 2:1)
ἦν δ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
(아이스킬로스, 결박된 프로메테우스, episode 1:3)
τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ ἔτλην γεγωνεῖν νυκτίφοιτ ὀνείρατα.
(아이스킬로스, 결박된 프로메테우스, episode 3:1)
φιλοθύτων δέ τοι πόλεος ὀργίων μνήστορες ἐστέ μοι.
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, antistrophe 32)
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
(아이스킬로스, 탄원하는 여인들, episode 6:5)
ὁπόσοι δὲ πιστεύσαντες μηδὲν ἀδικεῖν ὑπέμειναν, δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ τούτων τοιαύτην ἔχειν τὴν γνώμην οἱάν περ καὶ αὐτοὶ περὶ αὑτῶν ἔσχον, καὶ μὴ προκαταγιγνώσκειν ἀδικεῖν.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 6:3)
ἐν ὑμῖν γὰρ ἦσαν οἱ λόγοι, καί μοι ὑμεῖς τούτων μάρτυρές ἐστε.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 69:4)
τέκνα φίλ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, χαίρετ:
(익명 저작, Homeric Hymns, Εἲς Δημήτραν 15:3)
ὦ ξεῖνοι, τίνες ἐστέ·
(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον]? 30:1)

SEARCH

MENU NAVIGATION