- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐπειδὰν δ ἀπὸ τῆς ἀπολογίας ἀποσπασθῆτε καὶ τὰς ψυχὰς ἐφ ἑτέρων γένησθε, εἰς λήθην ἐμπεσόντες τῆς κατηγορίας, ἐξέρχεσθ ἐκ τῶν δικαστηρίων, οὐδὲ παρ ἑτέρου δίκην εἰληφότες, οὔτε παρὰ τοῦ κατηγόρου, ψῆφος γὰρ κατ αὐτοῦ οὐ δίδοται, οὔτε παρὰ τοῦ ἀπολογουμένου, ταῖς γὰρ ἀλλοτρίαις αἰτίαις ἀποτριψάμενος τὰ ὑπάρχοντα αὑτῷ ἐγκλήματα ἐκπέφευγεν ἐκ τοῦ δικαστηρίου:?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1791)
εἰ δὲ ἀληθῆ ταῦτά ἐστιν ἢ ψευδῆ, οὐχ οἱό῀ν τε ὑμᾶς πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε ἀπολογουμένου.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 12:5)
καὶ ἐδίκαζεν αὐτοῖς ὁ Ἀννίβας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δ ἀπολογουμένου καὶ συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος:
(아피아노스, The Foreign Wars, chapter 7 5:6)
οἱ δικασταὶ δὲ τῷ τε ὀνείδει τοῦ λόγου καὶ θαύματι τῆς ἀπολογίας καὶ αἰδοῖ τοῦ ἀνδρὸς ἀπολογουμένου, τὰς ψήφους οὐχ ὑποστάντες λαβεῖν, ἐξέδραμον ἐκ τοῦ δικαστηρίου.
(아피아노스, The Foreign Wars, chapter 7 5:10)
ἵνα γ, ἢν καθεύδῃς ἀπολογουμένου τινός, ᾄδων ἄνωθεν ἐξεγείρῃ ς οὑτοσί.
(아리스토파네스, Wasps, Episode 1:13)
καὶ ἀκροάσομαι τοῦ τε κατηγόρου καὶ τοῦ ἀπολογουμένου ὁμοίως ἀμφοῖν, καὶ διαψηφιοῦμαι περὶ αὐτοῦ οὗ ἂν ἡ δίωξις ᾖ.
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους 215:2)
εἶθ ὅτι ἀπεῖπεν αὐτῷ ἄνευ τῶν συνδιαιτητῶν καθ αὑτοῦ μὴ ἀποφαίνεσθαι, καὶ ὅτι ἀπολομένης αὑτῷ τῆς γυναικὸς καὶ τῶν παίδων ὑπὸ τοῦ σεισμοῦ καὶ ἐπὶ τηλικαύτην συμφορὰν ἀπάραντος οἴκαδε, ὁ τὰς συνθήκας ἠφανικὼς ἐρήμην αὑτοῦ ἐν τῇ ἀποδημίᾳ κατέγνω τὴν δίαιταν, ἔστιν ὅστις ἂν ὑμῶν ταῦτα τοῦ Παρμένοντος ἀπολογουμένου τὴν οὕτω παρανόμως γνωσθεῖσαν δίαιταν κυρίαν ἔγνω εἶναι·
(데모스테네스, Speeches 31-40, Πρὸς Ἀπατούριον Παραγραφή 47:1)
ἀπολογουμένου δὲ τοῦ Μαμιλίου καὶ εἰς ἀναγκαίας τινὰς ἀναφέροντος αἰτίας τὸν τοῦ Ταρκυνίου χρονισμὸν ἀναβάλλεσθαι τ ἀξιοῦντος τὸν σύλλογον εἰς τὴν ἐπιοῦσαν ἡμέραν, πεισθέντες οἱ πρόεδροι τῶν Λατίνων ἀνεβάλοντο τὴν βουλήν.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 45 7:1)
ἀπολογουμένου δὲ τοῦ ἀνδρὸς καὶ διὰ τὸ μηδὲν ἑαυτῷ συνειδέναι πᾶσαν ἐξέτασιν ὑπομένοντος ἔφη βούλεσθαι τὴν οἰκίαν αὐτοῦ διερευνῆσαι πέμψας ἑτέρους, αὐτὸς δ ἐπὶ τῆς ἐκκλησίας σὺν ἐκείνῳ, τέως ἂν οἱ πεμφθέντες ἔλθωσι, μένειν.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 57 1:3)
ἀπολογουμένου δὲ πρὸς ἅπαντα τοῦ Οὐαλερίου καὶ δοκοῦντος περιεῖναι τοῖς δικαίοις, ἐκείνην μὲν τὴν ἡμέραν εἰς τὰ κατηγορήματα καὶ τὰς ἀπολογίας ἀναλώσαντες οὐδὲν ἐπέθηκαν τῇ βουλῇ τέλος:
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 51 2:2)
ἀπολογουμένου δὲ τοῦ Σαούλου καὶ περιμεῖναι μὲν τὰς ἡμέρας ἃς ὡρ´ισε λέγοντος, ὑπὸ δὲ ἀνάγκης καὶ ἀναχωρήσεως μὲν τῶν αὑτοῦ στρατιωτῶν διὰ φόβον, στρατοπεδείας δὲ τῶν ἐχθρῶν ἐν Μαχμᾶ καὶ ἀκοῆς τῆς ἐπ αὐτὸν εἰς Γάλγαλα καταβάσεως ἐπειχθῆναι πρὸς τὴν θυσίαν.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 6 136:1)
ἐστρατήγει δ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος δεινὸς ὢν ἔξωθεν μὲν περιβάλλειν αὐτοὺς ταῖς αἰτίαις, αὐτὸς δὲ πολλάκις ἀπολογουμένου τόπον λαμβάνων, ἵν ᾖ τὸ δοκοῦν εὔνουν πιστὸν αὐτῷ πρὸς τὰς ἐπιχειρήσεις ὧν ἐδόκει.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 16 227:1)
τό τε γὰρ μὴ ἑώλον εἶναι τὴν κρίσιν, ἀλλὰ καινὴν καὶ ξένην χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην,^ καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι Ῥητορικῆς μὲν καὶ Διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπήγαγε τῷ δικαστηρίῳ.
(루키아노스, Bis accusatus sive tribunalia, (no name) 25:10)
εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον.
(루키아노스, Piscator, (no name) 15:10)
καὶ αὐτίκα μάλ ὑμᾶς ἀξιώσει ἀκούειν αὐτοῦ ἀπολογουμένου κατὰ τοὺς νόμους:
(리쿠르고스, 연설, Κατὰ Λεωκράτους? 200:1)

SEARCH

MENU NAVIGATION